τοτὲ μὲν πέλυξιν ἀναιρουμένων, οἷα γέγονε τοῖς ἐπ᾿ Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε, καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ
καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μέσῃ τῶν ποταμῶν ἐπήχθη, ποτὲ δὲ ῥῖνας καὶ ὦτα καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷα τὰ ἐπ᾿ Ἀλεξανδρείας ἦν;
ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς οὐκ εἰς θάνατον, ἀλλ᾿ ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτω- μένων, ἑτέρων τε θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινὲς τὴν πεῖραν φεύγοντες, πρὶν ἁλῶναι καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἐξ ὑψηλῶν
δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας.
ξυνωρίδα παρθένων, τῇ τοῦ σώματος ὥρᾳ καὶ ἀκμῇ διαπρεπουσῶν, θεσμοῖς εὐσεβείας ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος πάντα τρόπον ἀνιχνεύων λανθανούσας περιειργάζετο, εἶτα ἐπ’ ἀλλοδαπῆς αὐτὰς διατρίβειν μαθὼν πεφροντισμένως
ἐπὶ τὴν Ἀντιόχειαν ἐκάλει, δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ μέλλοντα ἐξ ἀνθρώπων δεινὰ τῷ λόγῳ παραθεῖσα, τό τε πάντων δεινῶν ἀφορητότερον, πορνείας ἀπειλὴν, μηδὲ
ἄκροις ὠσὶν ὑπομεῖναι δεῖν ἀκοῦσαι, ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ πάντων ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα, μίαν τούτων ἀπάντων εἶναι λύσιν ὑπετίθετο,
τὴν ἐπὶ τὸν κύριον καταφυγήν·
ποταμὸν ἑαυτὰς ἠκόντισαν.
ταῦτα μὲν οὑν παρὰ τοῖσδε.
καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος κατοπτώμενοι·
δεινότητα, ὥσπερ τινὰ σοφίας ἀρετὴν φιλοτιμότερον ἐπενόουν, ἀεὶ ταῖς καινότερον ἐφευρισκομέναις αἰκίαις, ὡσπερεὶ ἐν ἀγῶνος βραβείοις, ἀλλήλους ὑπερεξάγειν διαμιλλώμενοι.
τῇ τῶν κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες, πλησμονήν τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο, ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ’ ἡμῶν περιεργάζεσθαι·
γὰρ καθήκειν φασὶν αἵμασιν ἐμφυλίοις μιαίνειν τὰς πόλεις, μηδ’ ἐπ’ ὠμότητι τῇ ἀνωτάτω διαβάλλειν τὴν τῶν κρατούντων ἀρχὴν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι
τὴν εὐεργεσίαν, μηκέτι θανάτῳ κολαζομένους· λελύσθαι γὰρ αὐτῶν καθ’ ἡμῶν ταύτην τὴν τιμωρίαν, διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν.
τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκέτ᾿ εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ μετὰ τὴν ἐκκέντησιν τούτους πυρὶ καυτηριαζομένων,
τοὺς δὲ λαιοὺς πόδας κατὰ τῶν ἀγκυλῶν αὖθις καυτῆρσιν ἀχρειουμένων, μετά τε ταῦτα τοῖς κατ᾿ ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων, πρὸς ἅπασί τε τούτοις ἄλλων ἄλλοις
ἀγῶσιν, οὓς μηδὲ καταλέγειν δυνατόν, (νικᾷ γὰρ πάντα λόγον τὰ κατ᾿ αὐτοὺς ἀνδραγαθήματα), περιπεπτωκότων.
αὐτῶν ἐπόπτας εἰκότως κατεπλήξαντο, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν θείας ὡς ἀληθῶς καὶ ἀπορρήτου δυνάμεως ἐμφανῆ δι᾿ ἑαυτῶν τὰ τεκμήρια παρεστήσαντο. ἑκάστου μὲν οὖν ἐπ᾿ ὀνόματος μνημονεύειν μακρὸν ἂν εἴη, μή τί γε τῶν ἀδυνάτων,
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.