ἀρχόμενος μὲν τὴν καθ’ ἡμᾶς πίστιν ἐπ’ ἀρεσκείᾳ καὶ κολακείᾳ τοῦ δήμου Ῥωμαίων καθυπεκρίνατο, ταύτῃ τε τοῖς ὑπηκόοις τὸν κατὰ Χριστιανῶν ἀνεῖναι προστάττει διωγμὸν, εὐσέβειαν ἐπιμορφάζων, ὡς ἂν δεξιὸς καὶ πολὺ πρᾶος παρὰ τοὺς προτέρους
φανείη·
ταύτας ἐνυβρίζων, ἀτιμότατα τοῖς ἀνδράσιν αὖθις ἀπέπεμπε, καὶ ταῦτ’ οὐκ ἀσήμοις οὐδ’ ἀφανέσιν ἐγχειρῶν ἐπετήδευεν, ἀλλ’ αὐτῶν δὴ μάλιστα τῶν τὰ πρῶτα τῆς Ῥωμαίων συγκλήτου ἀπενηνεγμένων ἐμπαροινῶν τοῖς ἐξοχωτάτοις.
πάντες δ’ αὐτὸν ὑποπεπτηχότες δῆμοι καὶ ἄρχοντες, 1 ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι. καὶ οὐδ’ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν, ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος· ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ’ αὐτὸν
δορυφόροις ἐκδίδωσι, καὶ ἐκτείνετο μυρία τοῦ δήμου Ῥωμαίων πλήθη ἐπὶ μέσης τῆς πόλεως, οὐ Σκυθῶν οὐδὲ βαρβάρων, ἀλλ’ αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις.
δυνατὸν ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.
τε κατασφάττοντος, καί τινας ἀρρητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου συνισταμένου· διὰ τούτων γὰρ αὐτῷ τὰ τῆς νίκης κατορθωθήσεσθαι ἡ πᾶσα ἐτύγχανεν ἐλπίς.
δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὡς ἤδη καὶ τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ καταστῆναι, ὅσην ἐπὶ Ῥώμης οὐδ’ ἄλλοτε οἶ καθ’ ἡμᾶς γενέσθαι μνημονεύουσιν.
πρὸς τὸν ἐπὶ Ῥώμης φιλίαν κρύβδην σπενδόμενος, ἐπὶ πλεῖστον χρόνον λανθάνειν ἐφρόντιζε, φωραθείς γέ τοι ὕστερον δίκην τίννυσι τὴν ἀξίαν.
τῆς τοῦ κατὰ Ῥώμην τυράννου κακοτροπίας ἀπενηνεγμένος. γοήτων τε γὰρ καὶ μάγων οἱ πρῶτοι τῆς ἀνωτάτω παρ’ αὐτῶ τιμῆς ἠξίωντο, ψοφοδεοῦς εἰς τὰ μάλιστα καὶ δεισιδαιμονεστάτου καθεστῶτος, τήν τε περὶ τὰ εἴδωλα καὶ τοὺς δαίμονας περὶ πολλοῦ τιθεμένου πλάνην. μαντειῶν γοῦν δίχα καὶ
χρησμῶν οὐδὲ μέχρις ὄνυχος, ὡς εἰπεῖν, τολμᾶν τι κινεῖν οἷός τε ἦν.
προστάττων, ἱερέας τε εἰδώλων κατὰ πάντα τόπον καὶ πόλιν· καὶ ἐπὶ τούτων ἑκάστης ἐπαρχίας ἀρχιερέα, τῶν ἐν πολιτείαις ἕνα γέ τινα τὸν μάλιστα ἐμφανῶς διὰ πάσης ἐμπρέψαντα λειτουργίας, μέτα στρατιωτικοῦ στίφους καὶ δορυφορίας ἐκτάσσων,
ἀνέδην τε πάσι γόησιν, ὡσὰν εὐσεβέσι καὶ θεῶν προσφιλέσιν, ἡγεμονίας καὶ τὰς μεγίστας προνομίας δωρούμενος.
ἀμυθήτων εἰσπράξεσιν, ἐπισκήψεσί τε βαρυτάταις καὶ ἄλλοτε ἄλλαις καταδίκαις ἠνία καὶ κατεπίεζε. τῶν γε μὴν εὐπόρων τὰς ἐκ προγόνων περιποιηθείσας οὐσίας ἀφαιρούμενος, πλούτους ἀθρόως καὶ σωροὺς χρημάτων τοῖς ἀμφ’ αὐτὸν κόλαξιν ἐδωρεῖτο.
ὑπερβολὴν, κακίας διδάσκαλον τοῖς ἀμφ’ αὐτὸν ἄρχουσί τε καὶ ἀρχομένοις ἑαυτὸν καθίστη, θρύπτεσθαι μὲν τὸ στρατιωτικὸν διὰ πάσης τρυφῆς τε καὶ ἀκολασίας ἐνάγων, ἡγεμόνας δὲ καὶ στρατοπεδάρχας δι’ ἁρπαγῶν καὶ πλεονεξίας χωρεῖν κατὰ τῶν ὑπηκόων, μονονουχὶ συντυραννοῦντας αὐτῷ, προκαλούμενος.
ἀπαριθμεῖσθαι τὴν πληθύν; οὐκ ἦν γέ τοι πόλιν αὐτὸν παρελθεῖν, μὴ οὐχὶ ἐκ παντὸς φθορὰς γυναικῶν παρθένων τε ἁρπαγὰς εἰργασμένον.
παρ’ οὐδὲν αὐτοῦ τὴν τοσαύτην ἔθεντο τυραννίδα. οἱ μὲν γὰρ ἄνδρες ἀνατλάντες πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθοὺς, ἀποτομάς τε μελῶν καὶ καυτῆρας, καὶ ὀφθαλμῶν κεντήσεις τε καὶ ἐξορύξεις, καὶ τοῦ παντὸς
σώματος ἀκρωτηριασμοὺς, λιμόν τε ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ, ἐπὶ πάντων μᾶλλον ὑπομονὴν τὴν ὑπὲρ εὐσεβείας ἐνεδείξαντο ἢ τὸ σέβας τὸ εἰς θεὸν εἰδώλοις ἀντικατηλλάξαντο.
θείου λόγου διδασκαλίας ἠρρενωμέναι, αἶ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς Ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δὲ ἐπὶ φθορὰν ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώκασι.
ὑπὸ τοῦ τυράννου μεμοιχευμένων Χριστιανὴ τῶν ἐπ’ Ἀλεξανδρείας ἐπισημοτάτη τε καὶ λαμπροτάτη τὴν ἐμπαθῆ καὶ ἀκόλαστον Μαξιμίνου ψυχὴν δι’ ἀνδρειοτάτου παραστήματος ὐπερεξενίκησεν, ἔνδο- 2 ξος μὲν τἄλλα πλούτῳ τε καὶ γένει καὶ παιδείᾳ, πάντα γε μὴν δεύτερα σωφροσύνης τεθειμένη, ἣν καὶ πολλὰ λιπαρήσας κτεῖναι μὲν ἑτοίμως θνήσκειν ἔχουσαν οὐχ οἷός τε ἦν, τῆς ἐπιθυμίας μᾶλλον τοῦ
θυμοῦ κατακρατούσης αὐτοῦ, φυγῇ δὲ ζημιώσας πάσης ἀφείλετο τῆς οὐσίας.
θαυμασταὶ μὲν οὖν καὶ αὗται, ὑπερφυῶς γε μὴν θαυμασιωτάτη ἡ ἐπὶ Ῥώμης εὐγενεστάτη τῷ ὄντι καὶ σωφρονεστάτη γυνὴ πασῶν, αἷς ἐμπαροινεῖν ὁ ἐκεῖσε τύραννος Μαξέντιος τὰ ὅμοια Μαξιμίνῳ δρῶν ἐπειρᾶτο.
τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο, Χριστιανὴ δὲ καὶ αὕτη ἦν), τόν τε ἄνδρα τὸν αὐτῆς, καὶ ταῦτα Ῥωμαίων ὄντα ἔπαρχον, τοῦ δέους ἕνεκα λαβόντας ἄγειν αὐτὴν ἐπιτρέψαντα, εἰς βραχὺν ὑποπαραιτησαμένη, ὡς ἂν δὴ κατακοσμηθείη τὸ σῶμα,
εἴσεισιν ἐπὶ τοῦ ταμιείου, καὶ μονωθεῖσα ξίφος καθ’ ἑαυτῆς πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλιμπάνει, ἔργοις δ’ αὐτοῖς ἁπάσης φωνῆς γεγωνοτέροις, ὅτι μόνον χρημάτων ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ παρὰ Χριστιανοῖς
νοῖς ἀρετὴ πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετὰ ταῦτα γενησομένους ἐξέφηνε.
τίς δ’ ἂν τὴν τῶν τοσούτων διερευνώμενος αἰτίαν διστάξαι μὴ οὐχὶ τὸν καθ’ ἡμῶν διωγμὸν ἀποφήνασθαι; ὅτε γε ἁλιστὰ οὐ πρότερον τὰ τῆς τοσῆσδε πέπαυτο συγχύσεως ἢ Χριστιανοὺς τὰ τῆς παρρησίας ἀπολαβεῖν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.