τὰ τῆς συμφορᾶς ἐπισημαινόμενος πάθη διὰ τούτων
“νῦν μέν γε θρῆνοι πάντα, καὶ πενθοῦσι πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν διὰ τὸ πλῆθος ῾τῶν τεθνηκότων καὶ τῶν ἀποθνησκόντων ὁσημέραι. “
οὐ γάρ ἐστιν οἰκία, ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνη· κώς· καὶ ὤφελόν γε· πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ “τὰ πρὸ τούτου συμβεβηκότα.
“γέγονε χωρίον, ἀγρὸς, ἐρημία, ναῦς, πανδοχεῖον, “δεσμωτήριον· φαιδροτάτην δὲ πασῶν ἤγαγον ἑορ- “τὴν οἱ τέλειοι μάρτυρες εὐωχηθέντες ἐν οὐρανῷ. “
“ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν “ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασι· καὶ τῇ “Χριστοῦ πάλιν ἐνηυφράνθημεν εἰρήνῃ, ἣν μόνοις “ἡμῖν δέδωκε.
“πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις, καὶ “συμφορᾶς ἡστινοσοῦν σχετλιώτερον, καὶ ὡς ἴδιός “τις αὐτῶν ἀπήγγειλε συγγραφεὺς, πρᾶγμα μόνον “δὴ τῆς πάντων ἐλπίδος κρεῖσσον γενόμενον· ἡμῖν “δὲ οὐ τοιοῦτο μὲν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐ-
“δενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο μὲν γὰρ οὐδὲ “ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη.“
“ποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπη- “ρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάτ- “τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀνα- “πιμπλάμενοι πάθους, καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς “ἕλκοντες ἀπὸ τῶν πλησίον, καὶ ἑκόντες ἀναμασσό-
“μενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ νοσοκομήσαντες “καὶ ῥώσαντες ἑτέρους ἐτελεύτησαν αὐτοὶ, τὸν ἐκεί- “νων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι, καὶ τὸ “δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκεῖν φιλοφροσύνης ἔχε- “σθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν “περίψημα.
“λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ “εἶδος διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν γε- “νόμενον μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν.
στόματα συγκλείοντες, ὠμοφοροῦντἐς τε καὶ διατι- ‘θέντες, προσκολλώμενοι, συμπλεκόμενοι, λουτροῖς “τε τε καὶ περιστολαῖς κατακοσμοῦντες, μετὰ μικρὸν “ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπομένων ἐφε- “πομένων τοῖς πρὸ αὐτῶν.
“τοὐναντίον· καὶ νοσεῖν τε ἀρχομένους ἀπωθοῦντο, “καὶ ἀπέφευγον τοὺς φιλτάτους, κἀν ταῖς ὁδοῖς ἐρ- “ρίπτουν ἡμιθνῆτας, καὶ νεκροὺς ἀτάφους ἀπεσκυ- “βαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανωμένοις
“ἐκκλῖναι ῥᾴδιον.“
καὶ ἄλλη περὶ γυμνασίου.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.