οὔπω τῆς εἰρήνης ἐπάνεισι μὲν εἰς τὴν Ἀλεξάνδρειαν, πάλιν δ’ ἐνταῦθα στάσεως καὶ πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν πόλιν ἅπαντας ἀδελφοὺς εἰς ἑκάτερον τῆς στάσεως μέρος διῃρημένους ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ
πάσχα ἑορτῇ ὥσπερ τις ὑπερόριος ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ γραμμάτων αὐτοῖς ὡμίλει.
τούτων ‘ἐμοὶ δὲ τί θαυμαστὸν εἰ πρὸς τοὺς πορρω- “τέρω παροικοῦντας χαλεπὸν τὸ κἂν δι’ ἐπιστολῶν “ὁμιλεῖν, ὅτε καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγε- “σθαι καὶ τῇ ἰδίᾳ ψυχῇ συμβουλεύεσθαι καθέστηκεν ἄπορον;
“ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς καὶ τῆς αὐτῆς ‘πολίτας ἐκκλησίας ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ’ ὅπως διαπεμψαίμην, ἀμήχανον “φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερ- “όριον, ἀλλὰ καὶ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη,
ἢ τὴν Ἀλεξάνδρειαν ἀπ’ αὐτῆς Ἀλεξανδρείας ἐπέλθοι.
“ὧυ ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν Αἰγύπτιοι, οἱ “γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκὼν, “πολλάκις φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων οἷον “ἐρυθρὰ θάλασσα.
“ὤφθη, καὶ μᾶλλον αὐχμώδης ἐκείνης, ἣν διαπο- “ρευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωυσοῦ “μὲν καταβοᾶν, ῥυῆναι δ᾿ αὐτοῖς παρὰ τοῦ θαυμάσια “ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν·
“τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ “Νῶς γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπει- “λήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις καὶ καταποντισμοῖς “κάτεισι μεμιασμένος, οἷος ὑπὸ Μωυσεῖ γέγονε τῷ “Φαραὼ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας.
“ποῖον γένοιτ᾿ ἂν τοῦ πάντα καθαίροντος ὕδατος ὕδωρ “καθάρσιον ἄλλο; πῶς ἂν ὁ πολὺς καὶ ἀπέραντος “ἀνθρώποις ὠκεανὸς ἐπιχυθεὶς τὴν πικρὰν ταύτην “ἀποσμήξαι θάλασσαν; ἢ πῶς ἂν ὁ μέγας ποταμὸς “ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ, τὰς τέσσαρας ἀρχὰς εἰς
“ἃς ἀφορίζεται μετοχετεύσας εἰς μίαν τοῦ Γηὼν, “ἀποπλύναι τὸ λύθρον;
“λιμένων ἀνιμήσεις ἀποπνέουσιν, ὡς σηπομένων ἐν “πᾶσι τοῖς ὑποκειμένοις στοιχείοις νεκρῶν ἰχῶρας “εἶναι τὰς δρόσους.
“τῶν εἰς ἄκρον γεγηρακότων, ὅσους ὠμογέροντας οὓς “ἐκάλει πρότερον ὄντας ἔτρεφεν, ἀλλ’ οἱ τεσσαρα- ῾κοντοῦται καὶ μέχρι τῶν ἑβδομήκοντα ἐτῶν τοσοῦτο ‘πλείονες τότε ὥστε μὴ συμπληροῦσθαι νῦν τὸν “ἀριθμὸν αὐτῶν, προσεγγραφέντων καὶ συγκαταλε-
῾γέντων εἰς τὸ δημόσιον σιτηρέσιον τόν ἀπὸ τεσσα- ‘ρεσκαίδεκα ἐτῶν μέχρι τῶν ὀγδοήκοντα, καὶ γεγό- “νασιν οἶον ἡλικιῶται τῶν πάλαι γεραιτάτων οἱ ὄψει “νεώτατοι.
῾τρέμουσιν, αὐξομένου καὶ προκόπτοντος τοῦ παντε- ῾λοῦς αὐτῶν ἀφανισμοῦ.’
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.