τοῦ πάσχα διανυκτέρευσιν τοὔλαιόν φασι τοῖς διακόνοις ἐπιλιπεῖν. ἐφ’ ᾧ τὸ πᾶν πλῆθος δεινῆς ἀθυμίας διαλαβούσης τὸν Νάρκισσον τοῖς τὰ φῶτα παρασκευάζουσιν ἐπιτάξαι ὕδωρ ἀνιμήσαντας ὡς αὐτὸν κομιεῖσθαι.
τῷ ὕδατι ἐγχέαι κατὰ τῶν λύχνων πίστει τῇ εἰς τὸν κύριον γνησίᾳ παρακελεύσασθαι. ποιησάντων δὲ καὶ τοῦτο παρὰ πάντα λόγον δυνάμει παραδόξῳ καὶ θείᾳ μεταβαλεῖν ἐξ ὕδατος εἰς ἐλαίου ποιότητα τὴν φύσιν, παρά τε πλείστοις τῶν αὐτόθι ἀδελφῶν
ἐπὶ μήκιστον ἐξ ἐκείνου καὶ εἰς ἡμᾶς βραχύ τι δεῖγμα τοῦ τότε θαύματος φυλαχθῆναι.
οἷοί τε φέρειν, δέει τοῦ μὴ δίκην ὑποσχεῖν ἁλόντας, διὰ τὸ μυρία κακὰ ἑαυτοῖς συνειδέναι, συσκευὴν κατ’ αὐτοῦ προλαβόντες συρράπτουσι, καί τινα δεινὴν καταχέουσιν αὐτοῦ διαβολήν.
καὶ ὁ μὲν ἦ μὴν ἀπόλοιτο πυρὶ ὤμνυεν, ὁ δὲ ἠ μὴν σκαιᾷ νόσῳ δαπανηθείη τὸ σῶμα, ὁ δὲ τρίτος ἧ μὴν τὰς ὁράσεις πηρωθείη. ἀλλ’ οὐδ’ οὕτως αὐτοῖς, καίπερ ὀμνύουσι, τῶν πιστῶν τις προσεῖχε τὸν νοῦν, διὰ τὴν εἰς πάντας λάμπουσαν ἐκ τοῦ παντὸς
σωφροσύνην τε καὶ πανάρετον ἀγωγὴν τοῦ Ναρκίσσου.
καὶ ὁ τῆς δίκης μέγας ὀφθαλμὸς ἐπὶ τοῖς πεπραγμένοις ἠρέμει, μετῄει δὲ ὡς τάχιστα τοὺς ἀσεβεῖς αἷς καθ’ ἑαυτῶν ἐπιορκοῦντες κατεδήσαντο ἀραῖς. ὁ μὲν οὖν πρῶτος, ἐκ μηδεμιᾶς προφάσεως ἁπλῶς οὕτω σμικροῦ διαπεσόντος ἐφ’ ἧς κατέμενεν οἰκίας σπινθῆρος,
νύκτωρ ὑφαφθείσης ἁπάσης, παγγενῆ καταφλέγεται. ὁ δὲ ἀθρόως τὸ σῶμα ἐξ ἄκρων ποδῶν ἐπὶ κεφαλὴν, ἧς αὐτὸς προσετίμησεν ἑαυτῷ, νόσου πίμπλαται.
τὴν ἀδιάδραστον δίκην, ὡμολόγει μὲν τοῖς πᾶσι τὰ κοινὴ σφίσιν αὐτοῖς ἐσκαιωρημένα, τοσαύταις δὲ κατετρύχετο μεταμελόμενος οἰμωγαῖς, δακρύων τε ἐς τοσοῦτον οὐκ ἀπέλιπεν, ἕως ἄμφω διεφθάρη τὰς ὄψεις. καὶ οἵδε μὲν τῆς ψευδολογίας τοιαύτας ἐπέσχον
τιμωρίας.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.