αὐτῷ περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας.
αὐτοῦ. ἐν τούτοις ἐστὶ καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα, καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προί·στατο Θηλυμίδρης ἐπίσκοπος. καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευε Μερουζάνης.
ἅπασι τούτοις καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολὴν, ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπόν τῶν σὺν αὐτῷ, Φιρμιλλιανοῦ τε τοῦ
ἐν Καππαδοκίᾳ καὶ τοὺ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐπεχείρουν τὸ σχίσμα.
“μακάριος Ἀλέξανδρος ἐν φρουρᾷ γενόμενος μακα- “ρίως ἀνεπαύσατο.”
αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῇ τοῦ Νοουάτου συμφερομένοις γνώμῃ. τοῖς δὲ αὐτοῖς τούτοις ἑτέρας δύο μεταθεμένοις ἐπὶ τὴν ἐκκλησίαν ἐπιστέλλει. καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας ποικίλας τοῖς ἔτι νῦν σπουδὴν
περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.