ἔνθα τοῦτον περὶ ἑαυτοῦ λέγων ἱστορεῖ τὸν τρόπον “ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ “αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι· οὐδὲ μίαν ἐπ᾿ ἐμαυ- “τοῦ βαλλόμενος οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. “
“διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμ- “ψεν εἰς ἀναζήτησίν μου, κἀγὼ μὲν τεσσάρων ἡμε- “ρῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοὐ φρου- “μενταρίου προσδοκῶν. ὁ δὲ πάντα μὲν περιῆλθεν “ἀνερευνῶν, τοὺς ποταμοὺς, τὰς ὁδοὺς, τοὺς ἀγροὺς, “ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευ- “σεν οἴκοι με διωκόμενον ἔχειν.
τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι “τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε “οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα “θομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο “γέγονε τὰ ἐξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν
χρήσιμοι.”
“πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς. ἐλθὼν “δὲ ὕστερον ηὗρε τὸν οἶκον ἔρημον, καὶ φρουροῦν- “τας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους.”
‘ἀπηντᾶτό τις τῶν χωρικῶν ὑποφεύγοντι τῷ Τιμο- ‘θέῳ καὶ τεταραγμένῳ, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο.
“θὼν ἀπήγγειλε τοῖς κατακειμένοις· οἶ δὲ ὁρμῇ καθάπερ ἀπὸ συνθήματος πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον, ἐπεισπεσόντες τε ἡμῖν ἠλάλαξαν, καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμὰς στρατιωτῶν γενομένης ἐπέστησαν ἡμῖν,
ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι.
καὶ τὴν ταχίστην ἐξιέναι.
“καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινωνοί μου καὶ “μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν, “κἀγὼ μὲν παρῆκα ἐμαυτὸν ὕπτιον εἰς τοὔδαφος, οἱ “δὲ διαλαβόντες χειρῶν καὶ ποδῶν σύροντες “γαγον.
“γενόμενοι μάρτυρες, Γάι·ος, Φαῦστος, Πέτρος, Παῦ- “λος, οἳ καὶ ὑπολαβόντες με φοράδην ἐξήγαγον “πολιχνίου, καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον.” ταῦτα περὶ ἑαυτοῦ ὁ Διονύσιος.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.