πολλὴν μνήμην ηὕρομεν τοῦ ἀνδρὸς, τοτὲ μὲν αὐτῷ προσφωνούντων τοὺς ἑαυτῶν λόγους, τοτὲ δὲ ὡς διδασκάλῳ εἰς ἐπίκρισιν τοὺς ἰδίους ἀναφερόντων πόνους.
ἡμῶν ἐνστησάμενος, καὶ δι᾿ αὐτῶν τὰς θείας γραφὰς διαβάλλειν πεπειραμένος, τῶν τε εἰς αὐτὰς ἐξηγησα- μένων μνημονεύσας, μηδὲν μηδαμῶς φαῦλον ἔγκλημα τοῖς δόγμασιν ἐπιβαλεῖν δυνηθεὶς, ἀπορίᾳ λόγων ἐπὶ τὸ λοιδορεῖν τρέπεται καὶ τοὺς ἐξηγητὰς ἐνδιαβάλλειν, ὧν μάλιστα τὸν Ὠριγένην·
ἡλικίαν ἐγνωκέναι φήσας διαβάλλειν μὲν πειρᾶται, συνιστῶν δὲ ἄρα τὸν ἄνδρα ἐλάνθανε, τὰ μὲν ἐπαληθεύων, ἐν οἶς οὐδ’ ἑτέρως αὐτῷ λέγειν ἦν δυνατὸν, τὰ δὲ καὶ ψευδόμενος, ἐν οἷς λήσεσθαι ἐνόμιζε, καὶ τοτὲ μὲν ὡς Χριστιανοῦ κατηγορῶν, τοτὲ δὲ τὴν
περὶ τὰ φιλόσοφα μαθήματα ἐπίδοσιν αὐτοῦ διαγράφων.
“γεγραμμένοις, οὐκ ἀπολογίαν μᾶλλον ὑπὲρ τῶν “ὀθνείων, παραδοχὴν δὲ καὶ ἔπαινον τοῖς οἰκείοις ‘φερούσας. αἰνίγματα γὰρ τὰ φανερῶς παρὰ Μωυσεῖ ῾λεγόμενα εἶναι κομπάσαντες, καὶ ἐπιθειάσαντες ὡς θεσπίσματα πλήρη κρυφίων μυστηρίων, διά τε τοῦ
“τύφου τὸ κριτικὸν τῆς ψυχῆς καταγοητεύσαντες, ἐπάγουσιν ἐξηγήσεις.”
“τος, παρειλήφθω Ὠριγένους, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτων τῶν λόγων μέγα διαδέδοται.
“πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκτήσατο, εἰς δὲ τὴν ὀρθὴν τοῦ βίου προαίρεσιν τὴν ἐναντίαν ἐκείνῳ πορείαν ἐποιήσατο.
“αὑτόν τε καὶ τὴν ἐν τοῖς λόγοις ἕξιν ἐκαπήλευσε, “κατὰ μὲν τὸν βίον Χριστιανῶς ζῶν καὶ παρανόμως, “κατὰ δὲ τὰς περὶ τῶν πραγμάτων καὶ τοῦ θείου “δόξας ἑλληνίζων καὶ τὰ Ἑλλήνων τοῖς ὀθνείοις ὑπο- “βαλλόμενος μύθοις.
“τωνι, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφά- “νους τε καὶ Λογγίνου καὶ Μοδεράτου Νικομάχου τε “καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν “ὡμίλει συγγράμμασιν· ἐχρῆτο δὲ καὶ Χαιρήμονος “τοῦ Στωϊκοῦ, Κορνούτου τε ταῖς βίβλοις, παρ᾿ ὧν
“τὸν μεταληπτικὸν τῶν παρ᾿ Ἕλλησι μυστηρίων γνοὺς “τρόπον ταῖς Ἰουδαικαῖς προσῆψε γραφαῖς.”
ψευσαμένῳ δὲ σαφῶς (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν;) ἐν οἷς αὐτὸν μὲν ἐξ Ἑλλήνων φησὶν μετατεθεῖσθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ τὴν θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν τρόπον ἐκπεσεῖν.
διδασκαλίας ἐκ προγόνων ἐσώζετο, ὡς καὶ τὰ τῆς πρόσθεν ἱστορίας ἐδήλου, τῷ τε Ἀμμωνίῳ τὰ τῆς ἐνθέου φιλοσοφίας ἀκέραια καὶ ἀδιάπτωτα καὶ μέχρις ἐσχάτης τοῦ βίου διέμενε τελευτῆς, ὥς που καὶ οἱ τἀνδρὸς εἰσέτι νῦν μαρτυροῦσι πόνοι, δι᾿ ὧν κατέλιπε
συγγραμμάτων παρὰ τοῖς πλείστοις εὐδοκιμοῦντος· ὥσπερ οὖν καὶ ὁ ἐπιγεγραμμένος περὶ τῆς Μωυ- σέως καὶ Ἰησοῦ συμφωνίας, καὶ ὅσοι ἄλλοι παρὰ τὸ φιλοκάλοις ηὕρηνται.
πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει
τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα καὶ τὰ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα.
Πάνταινον, οὐκ ὀλίγην ἐν ἐκείνοις ἐσχηκότα παρασκευὴν, καὶ τὸν νῦν ἐν τῷ πρεσβυτερίῳ καθεζόμενον Ἀλεξανδρέων Ἡρακλᾶν, ὅντινα ηὗρον παρὰ τῷ διδασκάλῳ τῶν φιλοσόφων μαθημάτων, ἤδη πέντε ἔτεσιν αὐτῷ προσκαρτερήσαντα, πρὶν ἢ ἐμὲ ἄρξασθαι
ἀκούειν ἐκείνων τῶν λόγων.
ἀσκήσεως ἀπολογουμένῳ εἴρηται.
Ἀραβίας ἡγουμένου, ὡς ἂν μετὰ σπουδῆς ἁπάσης τὸν Ὠριγένην πέμψοιεν κοινωνήσοντα λόγων αὐτῷ. τοιγαροῦν προπεμφθεὶς ὑπ’ αὐτῶν ἀφικνεῖται ἐπὶ τὴν Ἀραβίαν. οὐκ εἰς μακρὸν δὲ τὰ τῆς ἀφίξεως εἰς πέρας ἀγαγὼν αὖθις ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπανῄει.
ἀσφαλεῖς ἑαυτῷ ἡγούμενος, ἐλθὼν ἐπὶ Παλαιστίνης, ἐν Καισαρείᾳ τὰς διατριβὰς ἐποιεῖτο, ἔνθα καὶ διαλέγεσθαι τάς τε θείας ἑρμηνεύειν γραφὰς ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας οἱ τῇδε ἐπίσκοποι, καίτοι τῆς τοῦ πρεσβυτερίου χειροτονίας οὐδέπω τετυχηκότα
αὐτὸν ἠξίουν.
῾νῦν γεγένηται, τὸ παρόντων ἐπισκόπων λαικοὺς “ὁμιλεῖν, οὐκ οἶδ’ ὅπως προφανῶς οὐκ ἀληθῆ λέγων. “
Λαράνδοις Εὔελπις ὑπὸ Νέωνος, καὶ ἐν Ἰκονίῳ “Παυλῖνος ὑπὸ Κέλσου, καὶ ἐν Συννάδοις Θεόδωρος ὑπὸ Ἀττικοῦ τῶν μακαρίων ἀδελφῶν. εἰκὸς δὲ καὶ “ἐν ἄλλοις τόποις τοῦτο γίνεσθαι, ἡμᾶς δὲ μὴ εἰδἐ- ῾ναλ.” τοῦτον καὶ ἔτι νέος ὢν ὁ δηλούμενος ἀνὴρ
οὐ πρὸς μόνων τῶν συνήθων, ἀλλὰ καὶ τῶν ἐπὶ ξένης ἐπισκόπων ἐτιμᾶτο τὸν τρόπον.
ἀφικόμενος τὰς συνήθεις ἀπετέλει σπουδάς.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.