καθ’ ἑτέραν ἀποκάλυψιν καὶ αὐτοῖς νύκτωρ ὀφθεῖσαν, μίαν τε φωνὴν σαφεστάτην τοῖς μάλιστα αὐτῶν σπουδαίοις χρήσασαν· ἐδήλου γὰρ προελθόντας ἔξω πυλῶν τὸν ἐκ θεοῦ προωρισμένον αὐτοῖς ἐπίσκοπον ὑποδέξασθαι. τοῦτο δὲ πράξαντες μετὰ
κοινῆς τῶν ἐπισκόπων, οἱ τὰς πέριξ διεῖπον ἐκκλησίας, γνώμης ἐπάναγκες αὐτὸν παραμένειν βιάζονται.
ταῦτα κατὰ λέξιν ἐπὶ τέλει γράφων τῆς ἐπιστολῆς ἀσπάζεται ὑμᾶς Νάρκισσος, ὁ πρὸ ἐμοῦ διέπων τὸν τόπον τῆς ἐπισκοπῆς τὸν ἐνθάδε, καὶ νῦν συνεξεταζόμενός μοι διὰ τῶν εὐχῶν, ἑκατὸν δεκαὲξ ἔτη ἠνυκὼς, παρακαλῶν ὑμᾶς ὁμοίως ἐμοὶ ὁμοφρονῆσαι
γράφων ὧδε “Ἀλέξανδρος, δοῦλος καὶ δέσμιος “Ἰησοῦ Χριστοῦ, τῇ μακαρίᾳ ἐκκλησίᾳ Ἀντιοχέων ἐν “κυρίῳ χαίρειν. ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ “κύριος ἐποίησε κατὰ τὸν καιρὸν τῆς εἱρκτῆς, πυθο- “μένῳ μοι τῆς ἁγίας ὑμῶν τῶν Ἀντιοχέων ἐκκλησίας “κατὰ τὴν θείαν πρόνοιαν Ἀσκληπιάδην τὸν ἐπιτη-
“δειότατον κατ᾿ ἀξίαν τὴν πίστιν τῆς ἐπισκοπῆς ἐγκε- “χειρισμένον.”
“μακαρίου πρεσβυτέρου, ἀνδρὸς ἐναρέτου καὶ δοκί- “μου, ὃν ἴστε καὶ ὑμεῖς καὶ ἐπιγνώσεσθε, ὃς καὶ ἐν- “θάδε παρὼν κατὰ τὴν πρόνοιαν καὶ ἐπισκοπὴν τοῦ “δεσπότου ἐπεστήριξέ τε καὶ ηὔξησε τὴν τοῦ κυρίον “ἐκκλησίαν.”
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.