ὧ πρὸς τῶν ἀποστόλων ὁ τῆς ἐπισκοπῆς τῆς ἐν Ἱεροσολύμοις ἐγκεχείριστο θρόνος. τοιαῦτα δὲ αὐτοῖς καὶ τὰ κατὰ τούτου τολμᾶται.
γνώμην ἐλευθέρᾳ φωνῇ καὶ μᾶλλον ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἀπάσης παρρησιασαμένου, καὶ ὁμολογήσαντος υἱὸν εἶναι τοῦ θεοῦ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν, μηκέθ᾿ οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν, τῷ καὶ δικαιότατον αὐτὸν παρὰ
τοῖς πᾶσι δι᾿ ἀκρότητα ἧς μετῄει κατὰ τὸν βίον φιλοσοφίας τε καὶ θεοσεβείας πιστεύεσθαι, κτείνουσι, καιρὸν εἰς ἐξουσίαυ λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ᾿ αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτήσαντος ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι
διοικήσεως καθειστήκει.
μὴν τὰ κατ᾿ αὐτὸν ὁ Ἡγήσιππος, ἐπὶ τῆς πρώτης τῶν 1 ἀποστόλων γενόμενος διαδοχῆς, ἐν τῷ πέμπτῳ αὐτοῦ ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον “ δια- “ δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ “ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος , ὁ ὀνομασθεὶς ὑπὸ “πάντων δίκαιος ἀπὸ τῶν τοῦ κυρίου χρόνων μέχρι
“ καὶ ἡμῶν· ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο.
“ εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ “σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναὸν, ηὑρί- “ κετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος “ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα “ αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν προσκυ-
“ νοῦντα τῷ θεῷ τὰ γόνατα καὶ αἰτεῖσθαι ἄφεσιν τῷ “ λαῷ.
“αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι “ ἐν τοῖς ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ τίς ἡ θύρα “ τοῦ Ἰησοῦ. καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα.
“ οὔτε ἐρχόμενον ἀποδοῦν·αι ἑκάστῳ κατὰ τὰ “ ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. “
“τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες “τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν “ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χρι- “στοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόν “τας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ “πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ
“πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ- “βάνεις.
“ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνελη- “λύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν.
“σθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ “τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ “Ἰησοῦ.
“δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν “τοῦ οὐρανοῦ.
“κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες “τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες καταβάλωμεν αὐτὸν, ἵνα “φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.
“ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοί- “νυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.
“ τί ποιοῦσιν.
“γναφέων τὸ ξύλον, ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε “κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύ- “ρησεν. καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ “ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. ‘ μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγέ-
“ νηται ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. καὶ εὐθὺς Οὐε- “ σπασιανὸς πολιορκεῖ αὐτούς. ”
ἔμφρονας δοξάζειν ταύτην εἶναι τὴν αἰτίαν τῆς παρα- χρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλὴμ, ἣν δι’ οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι ἢ διὰ τὸ κατ’ αὐτοῦ τολμηθὲν ἄγος.
δι’ ὧν φησι λέξεων “ ταῦτα δὲ συμβέβηκεν “Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου , ὃς ‘ ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν.”
εἰκοστῷ τῆς ἀρχαιολογίας δηλοῖ διὰ τούτων· πέμπει 3 “ δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον , Φή- “ στου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ παρειληφέναι, “ νος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι, “θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως,
“ αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων , οἵπερ εἰσὶ περὶ “ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους , κα- “ θὼς ἤδη δεδηλώκαμεν.
“ ὑπάρχειν, καθίζει συνέδριον κριτῶν, καὶ παραγαγὼν “ εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγομένου, “ Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους , ὡς παρανο- “ μησάντων κατηγορίαν ποιησάμενος παρέδωκε λευ- “ σθησομένους.
“κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκρι- “ βεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς “ τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιστ εἶλαι “ τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ “ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι.
“τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας “ ὁδοιποροῦντα, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἢν Ἀνάνῳ “χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. “ Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει με “ ὀργῆς τῷ Ἀνάνῳ, λήψεσθαι παρ’ αὐτοῦ δίκας ἄπει
“λῶν. λῶν. καὶ ὁ βασιλεὺς δὲ Ἀγρίππας διὰ τοῦτο τ’ “ ἀρχιερωσύνην ἀφελόμενος αὐτοῦ ἄρξαντος μῆνα ‘τρεῖς , Ἰησοῦν τὸν τοῦ Δαμμαίου κατἐστησεν.’’ τὸ αὐτὰ καὶ τὰ κατὰ Ἰάκωβον, οὗ ἡ πρώτη τῶν ὀνομαζομένων καθολικῶν ἐπιστολῶν εἶναι λέγεται.
δὲ ὡς νοθεύεται μὲν , οὐ πολλοὶ γοῦν τῶν παλαιῶν αὐτῆς ἐμνημόνουσαν , ὡς οὐδὲ τῆς λεγομένης Ἰούδα μιᾶς καὶ αὐτῆς οὔσης τῶν ἑπτὰ λεγομένων καθολικῷ ὅμως δ’ ἴσμεν καὶ ταύτας μετὰ τῶν λοιπῶν ἐν πλείσταις δεδημοσιευμένας ἐκκλησίαις.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.