Bݲ
ἀδελφόν, ὅτι δὴ καὶ οὗτος τοῦ Ἰωσὴφ ἐνόμαστο παῖς, τοῦ δὲ χριστοῦ πατὴρ ὁ Ἰωαήφ, ᾧ μνηστευθεῖσα ἡ παρθένος, πρὶν ἢ συνελθεῖν 3 αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου, ὡς ἡ ἱερὰ τῶν εὐαγγελίων διδάσκει γραφή· τοῦτον δὴ οὖν αὐτὸν Ἰάκωβον, ὃν καὶ δίκαιον ἐπίκλην οἱ πάλαι δι’ ἀρετῆς ἐκάλουν προτερήματα, πρῶτον ἱστοροῦσιν τῆς ἐν ἐγχειρισθῆναι ἐκκλησίας τῆς ἐπισκοπῆς ἐγχειρισθῆναι θρόνον· Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων γράφων
ὧδε παρίστησιν “ Πέτρον γάρ φηαιν καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος, ὡς ἂν καὶ ὑπὸ τοῦ σωτῆρος προτετιμημένους, μὴ ἐπιδικάζεσθαι δόξης, ἀλλὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπον τῶν Ἱεροσολύμων ἐλέσθαι.” ὁ δ’ αὐτὸς
ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως ἔτι καὶ ταῦτα περὶ αὐτοῦ φηαιν ἴ’ Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννη καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκεν τὴν γνῶσιν ὁ κύριος, οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα· ὧν εἷς ἢν καὶ Βαρνάβας. δύο
δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ ὑπὸ γναφέως ξύλῳ πληγεὶς εἰς θάνατον, ἕτερος δὲ ὁ καρατομηθείς.”
τὸν τῶν Ὀσροηνῶν βασιλέα τέλος ἐλάμβανεν ὑποαχέαεως. ὁ γοῦν Θωμᾶς τὸν Θαδδαῖον κινήσει θειοτέρᾳ ἐπὶ τὰ Ἔδεσαα κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ λτριστοῦ διδασκαλίας ἐκπέμπει, ὡς ἀπὸ τῆς εὑρεθείσης αὐτόθι γραφῆς μικρῷ πρόσθεν ἐδηλώααμεν· ὁ δὲ τοῖς τόποις ἐπιστάς,
τόν τε Ἄβγαρον ἰᾶται τῷ χριατοῦ λόγῳ καὶ τοὺς αὐτόθι πάντας τοῖς τῶν θαυμάτων παραδόξοις ἐκπλήττει, ἱκανῶς τε αὐτοὺς τοῖς ἔργοις διαθεὶς καὶ ἐπὶ αέβας ἀγαγὼν τῆς τοῦ χριατοῦ δυνάμεως, μαθητὰς τῆς σωτηρίου διδασκαλίας κατεστήαατο, εἰς ἔτι τε νῦν ἐξ ἐκείνου ἢ πᾶσα τῶν Ἐδεααηνῶν πόλις τῇ Χριατοῦ προσανάκειται προσηγορίᾳ, οὐ τὸ τυχὸν ἐπιφερομένη δεῖγμα τῆς τοῦ σωτῆρος ἡμῶν καὶ εἰς αὐτοὺς εὐεργεσίας. καὶ ταῦτα δ᾿
ὡς ἐξ ἀρχαίων ἱστορίας εἰρήαθω· μετίωμεν δ᾿ αὖθις ἐπὶ τὴν θείαν γραφήν.
ἐλυμαίνετο εἰς ἔτι τότε τὴν ἐκκλησίαν, κατ᾿ οἴκους τῶν πιστῶν εἰσπορευόμενος σύρων τε ἄνδρας καὶ γυναῖκας καὶ εἰς φυλακὴν παραδιδούς. 8 ἀλλὰ καὶ Φίλιππος, εἷς τῶν ἅμα Στεφάνῳ προχειριαθέντων
9 εἰς τὴν διακονίαν, ἐν τοῖς διασπαρεῖαιν γενόμενος, κάτειαιν εἰς τὴν Σαμάρειαν, θείας τε ἔμπλεως δυνάμεως κηρύττει πρῶτος τοῖς αὐτόθι τὸν λόγον, τοσαύτη δ’ αὐτῷ θεία συνήργει χάρις, ὡς καὶ Σίμωνα τὸν μάγον μετὰ πλείστων ὅσων τοῖς αὐτοῦ λόγοις ἐλχθῆναι. ἐπὶ
τοσοῦτον δ’ ὁ Σίμων βεβοημένος κατ’ ἐκεῖνο καιροῦ τῶν ἠπατημένων ἐκράτει γοητείᾳ, ὡς τὴν μεγάλην αὐτὸν ἡγεῖσθαι εἶναι δύναμιν τοῦ θεοῦ. τότε δ’ οὖν καὶ οὗτος τὰς ὑπὸ τοῦ φιλίππου δυνάμει θείᾳ τελουμένας καταπλαγεὶς παραδοξοποιίας, ὑποδύεται καὶ μέχρι λουτροῦ τὴν εἰς Χριστὸν πίστιν καθυποκρίνεται· ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν, οἳ τῇ τοῦ ἁφῶν προπάτορος μεθόδῳ τὴν ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι, τὰ μέγιστα λυμαίνονται τοὺς οἷς ἐναπομάξσαθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν, ὁποῖοί τινες εἶεν τὴν μοχθηρίαν ἁλόντες, ὥσπερ οὖν καὶ ὁ 10 Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἢν, τὴν προσήκουσαν ἔτισεν τιμωρίαν. ἀλλὰ
γὰρ εἰς αὔξην ὁσημέραι προἰ·όντος τοῦ σωτηρίου 11 κηρύγματος, οἰκονομία τις ἦγεν ἀπὸ τῆς γῆς τῆς αὐτόθι βσαιλίδος, κατά τι πάτριον ἔθος ὑπὸ γυναικὸς τοῦ ἔθνους εἰς ἔτι νῦν βασιλευομένου, δυνάστην· ὃν πρῶτον ἐξ ἐθνῶν πρὸς τοῦ Φιλίππου δι’ ἐπιφανείας τὰ τοῦ θείου λόγου ὄργια μετασχόντα τῶν τε ἀνὰ τὴν οἰκουμένην πιστῶν ἀπαρχὴν γενόμενον, πρῶτον κατέχει λόγος ἐπὶ τὴν πάτριον παλινοστήσαντα γῆν εὐαγγελίσασθαι τὴν τοῦ τῶν θεοῦ θεοῦ γνῶσιν καὶ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, 12 ἔργῳ πληρωθείσης δι’ αὐτοῦ τῆς ἐπιδημίαν, προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ ’’ περιεχούσης 13 προφητείας. ἐπὶ τούτοις Παῦλος, τὸ τῆς ἐκλογῆς
σκεῦος, οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων, 14 δι’ ἀπολαλύψεως δ’ αὐτοῦ Ἰησοῦ χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 15 ἀπόστολος ἀναδείκνυται, δι’ ὀπτασίας καὶ τῆς κατὰ τὴν ἀπολάλυψιν οὐρανίου φωνῆς ἀξιωθεὶς τῆς κλήσεως.
ἀναστάσεώς τε καὶ εἰς οὐρανοὺς ἀναλήψεως τοῖς πλείστοις ἤδη περιβοήτου καθεστώσης, παλαιοῦ κεκρατηκότος ἔθους τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ παρὰ αψίσιν καινοτομούμενα τῷ τὴν βασίλειον ἀρχὴν ἐπικρατοῦντι αημαίνειν, ὡς ἄν μηδὲν αὐτὸν 16 δισδιδράσκοι τῶν γινομένων, τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ εἰς πάντας ἤδη καθ’ ὅλης Παλαιστίνης Πιλᾶτος Τιβερίῳ βασιλεῖ κοινοῦται, τάς
τε ἄλλας αὐτοῦ πυθόμενος εραστίας καὶ ὡς ὅτι μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς ἤδη θεὸς εἶναι παρὰ τοῖς πολλοῖς πεπίστευτο. τὸν δὲ Τιβέριον ἀνενεγκεῖν ἐπὶ τὴν σύγκλητον ἐκείνην τ’ ἀπώσασθαί φασι τὸν λόγον, τῷ μὲν δοκεῖν, ὅτι μὴ πρό. τερον αὐτὴ τοῦτο δοκιμάσασα ἢν, παλαιοῦ νόμου κεκρατηκότος μὴ ἄλλως τινὰ παρὰ Ῥωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ ψήφῳ καὶ δόγματι συγκλήτου, τῆ δ’ ἀληθείᾳ, ὅτι μηδὲ τῆς ἐξ ἀνθρώπων ἐπικρίσεώς τε καὶ συστάσεως ἡ σωτήριος τοῦ θείου κηρύγματος ἐδεῖτο διδασκαλία· ταύτῃ δ’
οὖν ἀπωσαμένης τὸν προσαγγελθέντα περὶ τοῦ σωτῆρος ἡμῶν λόγον τῆς Ῥωμαίων βουλῆς, τὸν Τιβέριον ἢν καὶ πρότερον εἶχεν γνώμην τηρήσαντα, μηδὲν ἄτοπον κατὰ τῆς τοῦ χριοτοῦ διδασκαλίας ἐπινοῆσαι.
μέν, εἷς τῶν συνόντων αὐτοῖς προφητῶν, περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν προθεσπίζει, Παῦλος δὲ καὶ Βαρναβᾶς ἐξυπηρετησόμενοι τῇ τῶν ἀδελφῶν παραπέμπονται διακονίᾳ.
ἀνὴρ οὐ μόνον τῶν ἡμετέρων, ἀλλὰ καὶ τῶν ἀπὸ τῆς ἔξωθεν ὁρμωμένων παιδείας ἐπισημότατος. τὸ μὲν οὖν γένος ἀνέκαθεν Ἑβραῖος ἢν, τῶν δ᾿ ἐπ᾿ Ἀλεξανδρείας ἐν τέλει διαφανῶν οὐδενὸς χείρων, περὶ δὲ τὰ θεῖα καὶ πάτρια μαθήματα
ὅσον τε καὶ ὁπηλίκον εἰσενήνεκται πόνον, ἔργῳ πᾶσι δῆλος, καὶ περὶ τὰ φιλόσοφα δὲ καὶ ἐλευθέρια τῆς ἔξωθεν παιδείας οἷός τις ἢν, οὐδὲν δεῖ λέγειν, ὅτε μάλιστα τὴν κατὰ Πλάτωνα καὶ Πυθαγόραν ἐζηλωκὼς ἀγωγήν, διενεγκεῖν ἅπαντας τοὺς καθ᾿ ἑαυτὸν ἱστορεῖται.
καιδεκάτῳ τῆς Ἀρχαιολογίας κατὰ λέξιν ταῦτα 25 γράφων “καὶ δὴ στάσεως ἐν Ἀλεξανδρεία γενο- μένης Ἰουδαίων τε οἳ ἐνοικοῦσι, καὶ Ἑλλήνων, τρεῖς ἀφ’ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν πρὸς τὸν Γάϊον. καὶ ἦν γὰρ τῶν Ἀλεξανοδρέων
πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν, ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὅσοι τῆ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ γαίῳ καὶ ναοὺς ἱδρυμένων τά τε ἄλλα ἐν πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, τούσδε τούσδε ἄδοξον ἡμεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι· πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφ’
ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάϊον καὶ εἰκὸς ἢν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἢν ἐπ’ ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων, διακλείει δ’ αὐτὸν Γάϊος, κελεύσας ἐκποδὼν ἀπελθεῖν,
περιοργής τε ὢν φανερὸς ἢν ἐργασόμενός τι δεινὸν αὐτούς. ὁ δὲ Φίλων ἔξεισι πέρι- ὑβρισμένος, καί φησιν πρὸς τοὺς Ἰουδαίους οἳ περὶ αὐτὸν ἦααν, ὡς χρὴ θαρρεῖν, Γαίου μὲν αὐτοῖς ὠργιαμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντὶ· παρεξάγοντος.”
διηγήσεως ὁ αὐτὸς κατὰ τὴν Ἀλεξάνδρειαν αυμβεβηκότα Ἰουδαίοις ἐπὶ τοῦ δηλουμένου ἐν δευτέρῳ αυγγράμματιξ ᾧ1 ἐπέγραφεν “ Περὶ ἀρετῶν” ἱστορεῖ· συνᾴδει δ’ αὐτῷ καὶ ὁ Ἰώσηπος, ὁμοίως ἀπὸ τῶν Πιλάτου χρόνων καὶ τῶν κατὰ τοῦ σωτῆρος τετολμημένων τὰς κατὰ παντὸς τοῦ ἔθνους ἐνάρξασθαι αημαίνων συμφοράς. δ’ οὖν οἷα καὶ οὗτος ἐν δευτέρῳ
τοῦ Ἰουδαϊκοῦ πολέμου αὐταῖς συλλαβαῖς δηλοῖ λέγων
Τιβερίου Πιλᾶτος νύκτωρ κεκαλυμμένας εἰς Ἱεροσόλυμα παρεισκομίζει τὰς Καίσαρος εἰκόνας· σημαῖας καλοῦνται. τοῦτο μεθ’ ἡμέραν μεγίστην ταραχὴν ἤγειρεν τοῖς Ἰουδαίοις. οἵ τε γὰρ ἐγγὺς πρὸς τὴν ὄφιν ἐξεπλάγησαν, ὡς πεπατημένων τῶν νόμων· οὐδὲν γὰρ ἀξιοῦσιν ἐν τῆ πόλει δείκηλον τίθεσθαι.”
εἴσῃ ὡς οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν ἢν ἔρρηξαν ἐπ’ αὐτοῦ Πιλάτου φωνήν, δι’ ἦς οὐκ 29 ἄλλον ἢ μόνον ἔχειν ἐπεβόων Καίσαρα βασιλέα. 30 εἶτα δὲ καὶ ἄλλην ἑξῆς ὁ αὐτὸς αυγγραξεὺς ἱστορεῖ μετελθεῖν αὐτοὺς συμφορὰν ἐν τούτοις 31 “μετὰ δὲ ταῦτα ταραχὴν ἑτέραν ἐκίνει, τὸν ἱερὸν θησαυρὸν, καλεῖται ’δε κορβανᾶς, εἰς καταγωγὴν ὑδάτων ἐξαναλίσκων· κατῄει δὲ ἀπὸ τριακοσίων σταδίων. πρὸς τοῦτο τοῦ πλήθους ἀγανάκτησις ἢν, καὶ τοῦ Πιλάτου παρόντος εἰς ἀγανάκτησις περιατάντες ἅμα κατεβόων. ὁ δὲ προῄδει γὰρ αὐτῶν τὴν ταραχὴν καὶ τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους, ἐσθήσεσιν ἰδιωτικαῖς κεκαλυμμένους, ἐγκαταμίξας καὶ ξίφει μὲν χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκραγότας ἐγκελευσάμενος, αύνθημα δίδωαιν ἀπὸ τοῦ βήματος. τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ὑπὸ τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ καταπατηθέντες ἀπώλοντο, πρὸς δὲ τὴν συμφορὰν τῶν ἀνηρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.”
ἐπὶ τῆ τοῦ Ἰακώβου ἀναιρέσει πρὸς ἡδονῆς γεγονὸς τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδούς, ὅσον οὔπω καὶ τὸν κατ’ αὐτοῦ φόνον ἐνήργησεν ἄν, εἰ μὴ διὰ θείας ἐπιφανείας, ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου, παραδόξως τῶν εἱργμῶν ἀπαλλαγείς, ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖται διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.
τοῦ βασιλέως οὐκέτ’ ἀναβολῆς εἴχετο, ἅμα γέ τοι αὐτὸν ὁ τῆς θείας δίκης τιμωρὸς διάκονος μετῄει, παραυτίκα μετὰ τὴν τῶν ἀποστόλων 38 ἐπιβουλήν, ὡς ἡ τῶν Πραξέων ἱστορεῖ γραφή, ὁρμήσαντα μὲν ἐπὶ τὴν Καισάρεινα, ἐν δ’ ἐνταῦθα ἑορτῆς ἡμέρᾳ λαμπρᾷ καὶ βασιλικῇ κοσμησάμενον ἐσθῆτι ὑφηλόν τε πρὸ βήματος κοσμησάμενον τοῦ γάρ τοι δήμου παντὸς ἐπευφημήσαντος ἐπὶ τῆ δημηγορίᾳ ὡς ἐπὶ θεοῦ φωνῇ καὶ οὐκ ἀνθρώπου, παραχρῆμα τὸ λόγιον πατάξαι αὐτὸν ἄγγελον κυρίου ἱστορεῖ, γενόμενόν τε ακωληκόβρωτον ἐκφῦξαι. θαυμάσαι δ’
ἄξιον τῆς περὶ τὴν θείαν γραφὴν καὶ ἐν τῷδε τῷ παραδόξῳ συμφωνίας τὴν τοῦ ’Iωαήπου ἱατορίαν, καθ’ ἢν ἐπιμαρτυρῶν τῆ ἀληθείᾳ δῆλός ἐατιν, ἐν τόμῳ τῆς Ἀρχαιολογίας ἐννεακαιδεκάτῳ, ἔνθα αὐτοῖς γράμμασιν ὧδέ πως τὸ θαῦμα διηγεῖται.
Ἰουδαίας πεπλήρωτο, καὶ πάρην εἰς πόλιν Καισάρεινα, ἢ τὸ πρότερον Στράτωνος πύργος ἐκα- 40 λεῖτο. αυνετέλει δ’ ἐνταῦθα θεωρίας εἰς τὴν Καίσαρος τιμήν, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος, καὶ παρ’ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπαρχίαν ἐν τέλει καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος. δευτέρᾳ δὲ τῶν
θεωριῶν ἡμέρᾳ στολὴν ἐνδυσάμενος ἐξ πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. ἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθείς, θαυμασίως ἀπέστιλβεν, μαρμαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲν ἐκείνῳ πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες ‘ εὐμενής ’ τε ‘εἴης ’ ἐπιλέγοντες, ‘εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς φύσεως ὁμολογοῦμεν.’ οὐκ ἐπέπληξεν τούτοις ὁ βασιλεὺς οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας δὲ μετ’ ὀλίγον, τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθεζόμενον εἶδεν ἄγγελον. τοῦτον 41 εὐθὺς ἐνόησεν κακῶν εἶναι αἴτιον, τὸν καί ποτε ὢ θ’ ὢ ἴ’ δ’ δ’ ἑ τῶν ἀγάθων γενόμενον, καὶ διακάρδιον ἐσχεν ὀδύνην, ἄθρουν δ’ αὐτῷ τῆς κοιλίας προσέφυσεν ἄλγημα, μετὰ σφοδρότητος ἀρξάμενον. ἀναθεωρῶν οὖν πρὸς τοὺς φίλους, ἴ’ ὁ θεὸς ὑμῖν ἐγώ,’ φησίν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατεψευσμένας φωνὰς ἐΛεγχούσης. ὁ κληθεὶς ἀθά ὑφ’ ὑμῶν, ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν πεπρωμένην, ἦ θεὸς βεβούληται. καὶ 42 γὰρ βεβιώκαμεν οὐδαμῇ φαύλως, ἀλλ’ ἐπὶ τῆς μακαριζομένης μακρότητος.’ ταῦτα δὲ λέγων ἐπι- τάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη, καὶ διῇξε λόγος
εἰς πάντας ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετ’ ὀλίγον. ἡ πληθὺς δ’ αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ’ ἢν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δ’ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προπίπτοντας, ἄδακρυς οὐδ’ αὐτὸς ἔμενεν. συνεχεῖς δ’ ἐφ’ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθείς, τὸν βίον
κατέστρεφεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. τέσσαρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασί- λευσεν ἐνιαυτούς, τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρῴδου προσειληφώς, τρεῖς δ’ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας’’ ταῦτα τὸν Ἰώσηπον ὒ μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα γραφαῖς ἀποθαυμάζω· εἰ δὲ περὶ τὴν τοῦ βασιλέως πρόα· ηγορίαν δόξειέν τισιν διαφωνεῖν, ἀλλ’ ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δείκνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνόματος ἢ καὶ διωνυμίας περὶ τὸν αὐτόν, οἷα καὶ περὶ πολλούς, γεγενημένης.
εἰσάγει τὸν Γαμαλιὴλ ἐν τῆ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη θευσᾶς λέγων ἑαυτὸν εἶναι τινά, ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ, διεΛύθησαν· φέρε, καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γραφήν. ἱστορεῖ τοίνυν αὖθις κατὰ τὸν ἀρτίως δεδηλωμένον αὐτοῦ λόγον αὐτὰ 44 δὴ ταῦτα κατὰ λέξιν, “ Φάδου δὲ τῆς Ἰουδαίας
ἐπιτροπεύοντος, γόης τις ἀνήρ, Θευδᾶς ὀνόματι, πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήαεις ἕπεσθαι πρὸς τὸν Ίορδάνην ποταμὸν αὐτῷ· προφήτης ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔφη παρέξειν αὐτοῖς ῥᾳ- δίαν, καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν. οὐ
μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὀνάσθαι θάσος, ἀλλ᾿ ἐξέπεμψεν ἴλην ἱππέων ἐπ’ αὐτούς, ἥτις ἐπιπεσοῦσα ἀπροσδοκήτως αὐτοῖς, πολλοὺς μὲν ἀνεῖλεν, πολλοὺς δὲ ζῶντας ἔλαβεν, αὐτόν τε τόν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσιν τὴν κεφαλὴν καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα.”
γε καὶ ’τον μέγαν λιμὸν κάτα τὴν Ἰουδαίαν ευνέβη γενέσθαι, καθ’ ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου, διένειμεν τοῖς ἀπορουμένοις ” σύμφωνα δ’ ἄν
46 εὕροις καὶ ταῦτα τῇ τῶν Πραξέων τῶν ἀποστόλων περιεχούσῃ ὡς ἄρα τῶν κατ’ Αντιόχεινα μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Παύλου. τῆς γέ τοι Ἑλένης, ἧς δὴ
καὶ ὁ συγγραξεὺς ἐποιήσατο μνήμην, εἰς ἔτι νῦν 47 στῆλαι διαφανεῖς ἐν προαστείοις δείκνυνται τῆς νῦν Αἰλίας· τοῦ δὲ Ἀδισβηνῶν ἔθνους αὕτη βασιΛεῦσαι ἐλέγετο.
ἡμῶν Ἰησοῦν χριατὸν εἰς πάντας ἀνθρώπους ἤδη διαδιδομένης πίστεως, ὁ τῆς ἀνθρώπων πολέμιος σωτηρίας τὴν βασιλεύουσαν προαρπάσασθαι πόλιν μηχανώμενος, ἐνταῦθα Σίμωνα τὸν πρόσθεν δεδηλωμένον ἄγει, καὶ δὴ ταῖς ἐντέχνοις τἀνδρὸς δεδηλωμένον γοητείαις πλείους τῶν τὴν Ῥώμνη οἰκούντων ἐπὶ τὴν πλάνην σφετερίζεται. δηλοῖ δὲ τοῦθ’ ὁ μετ’ οὐ πολὺ τῶν ἀποστόλων ἐν
τῷ καθ’ ἡμᾶς διαπρέψας λόγῳ Ἰουστῖνος, περὶ οὗ τὰ προσήκοντα κατὰ καιρὸν παραθήσομαι· ὅγ’ δὴ ἐν τῆ προτέρᾳ πρὸς ’Αντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ὧδέ φησιν·
προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγον· ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ’ ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν· Σίμωνα μέν τινα Σαμαρέα, τὸν ἀπὸ κώμης λεγομένης Γίτθων, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ’ ὑμῶν ὡς θεὸς τετίμηται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· SIMONI DEO ” ὅπερ ἐστὶν Σίμωνι θεῷ ἁγίῳ. 1 “καὶ σχεδὸν μὲν πάντες Σαμαρεῖς, ὀλίγοι ’δε καὶ
ἐν ἄλλοις ἔθνεσιν ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον 49 ὁμολογοῦντες προσκυνοῦαιν. καὶ Ἑλένην τινά, τὴν συμπερινστήσασαν αὐτῷ κατ’ ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν ’’ ἐν Τύρῳ τῆς 50 Φοινίκης, “ τὴν ἀπ’ αὐτοῦ πρώτην ἔννοιαν λέγουσιν.”
αἰρομένης αὐτῷ τὰ μεγάλα τῆς ἐφεδρευούσης ἐνταῦθα δυνάμεως, ἐν ὀλίγῳ τοσοῦτον τὰ τῆς ἐπιχειρήσεως ἤνυστο, ὡς καὶ ἀνδριάντος ἀναθέσει πρὸς τῶν τῇδε οἷα θεὸν τιμηθῆναι. οὐ μὴν εἰς μακρὸν αὐτῷ ταῦτα προυχώρει. παρὰ πόδας γοῦν ἐπὶ τῆς αὐτῆς Κλαυδίου βασιλείας ἡ πανάγαθος καὶ φιλανθρωποτάτη τῶν ὅλων πρόνοια τὸν καρτερὸν καὶ μέγαν τῶν ἀποστόλων , τὸν ἀρετῆς ἕνεκα τῶν λοιπῶν ἁπάντων προήγορον, Πέτρον, ἐπὶ τὴν ῾Ρώμην ὡς ἐπὶ τηλικοῦτον λυμεῶνα βίου 56 χειραγωγεῖ· ὃς οἷά τις γενναῖος θεοῦ στρατηγὸς γ’ γ’ τοῖς θείοις ὅπλοις φραξάμενος, τὴν πολυτίμητον ἐμπορίαν τοῦ νοητοῦ φωτὸς ἐξ ἀνατολῶν τοῖς 57 κατὰ δύσιν ἐκόμιζεν, φῶς αὐτὸ καὶ λόγον ψυχῶν σωτήριον, τὸ κήρυγμα τῆς τῶν οὐρανῶν βασιλείας, εὐαγγελιζόμενος .
ἄρα τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι’ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ γραφῆς αὐτῶν ἀξιῶσαι τὰς διατριβὰς καὶ τὰς συνηλύσεις τά τε συμπόσια καὶ πᾶσαν τὴν ἄλλην τοῦ βίου ἀγωγὴν τὸν Φίλωνα·
ἔχει κατὰ Κλαύδιον ἐπὶ τῆς ῾Ρώμης εἰς ὁμιλίαν ἐλθεῖν Πέτρῳ, τοῖς ἐκεῖσε τότε κηρύττοντι. καὶ οὐκ ἀπεικὸς ἂν εἴη τοῦτό γε, ἐπεὶ καὶ ὅ φαμεν αὐτὸ σύγγραμμα, εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰς ἔτι νῦν καὶ εἰς ἡμᾶς πεφυλαγμένους τῆς ἐκκλησίας περιέχει κανόνας· ἀλλὰ καὶ τὸν βίον τῶν παρ’ ἡμῖν ἀσκητῶν
ὡς ἔνι μάλιστα ἀκριβέστατα ἱστορῶν, γένοιτ’ ἄν ἔκδηλος οὐκ εἰδὼς μόνον, ἀλλὰ καὶ ἀποδεχόμενος ἐκθειάζων τε καὶ σεμνύνων τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων, ὡς ἔοικε, γεγονότας ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖατα διατηροῦντας ἐθῶν. πρῶτόν γέ τοι τὸ μηθὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ 59 ἑαυτοῦ προαθήσειν οἷς ἱστορήσειν ἔμελλεν, ἀπ’· ιαχυρισάμενος ἐν ᾧ ἐπέγραφεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν, τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς φυχὰς τῶν προσιόντων αὐτοῖς τῶν ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα. εἴτ’ οὗν ἐξ ἑαυτοῦ ταύτην αὐτοῖς ἐπιτέθειται τὴν προαηγορίαν, οἰκείως ἐπιγραφὰς τῷ τρόπῳ τῶν ἀνδρῶν τοὔνομα, εἴτε καὶ ὄντως τοῦτ’ αὐτοὺς ἐκάλουν κατ’ ἀρχὰς οἱ πρῶτοι, μηδαμῶς τῆς χριστιανῶν πω προσ- 60 ρήαεως ἀνὰ πάντα τόπον ἐπιπεφημισμένης, οὔ τί πω διατείνεσθαι ἀναγκαῖον· ὅμως δ' οὑν ὲν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, 61 φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς ταξαμένους τῶν ὑπαρχόντων, ἔπειτα πάσαις ἀπο- ταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς δια- τριβὰς ποιεῖαθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας, τῶν κατ’ ἐκεῖνο καιροῦ τοῦθ’ , ὡς εἰκός, ἐπιτελούντων, ἐκθύμῳ καὶ θερμοτάτη πίστει τὸν προφητικὸν ζηλοῦν ἀσκούντων βίον. καὶ γὰρ οὗν κἀν ταῖς 62 ὁμολογουμέναις τῶν ἀποατόλων Πράξεσιν ἐμ· φέρεται ὅτι δὴ πάντες οἱ τῶν ἀποατόλων γνώριμοι 63 τὰ κτήματα καὶ τὰς ὑπάρξεις διαπιπράσκοντες 64 ἐμέριζον ἅπασιν καθ᾿ ὃ ἄν τις χρείαν εἶχεν, ὡς μηδὲ εἶναί τινα ἐνδεῆ παρ᾿ αὐτοῖς· ὅσοι γοῦν κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, ὡς ὁ λόγος φησίν, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, ἐτίθεσάν τε παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὥστε διαδίδοσθαι ἑκάστῳ καθ᾿ ὅτι ἄν τις χρείαν εἶχεν.
δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει 65 λέγων· “ πολλαχοῦ μὲν οὗν τῆς οἰκουμένης ἐστὶν τὸ γένος· ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· πλεονάζει δ᾿ ἐν Αἰγύπτῳ καθ᾿ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. οἱ δὲ
πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν, ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως ἀσφαΛείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας. ” εἶθ᾿ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν
διαγραφὰς, περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά 66 φησιν· “ ἐν ἑκάστη δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.”
σύμπαν αὐτοῖς ἐατιν ἄσκηαις. ἐντυγχάνοντες τοῖς ἱεροῖς γράμμααιν φιλοαοφοῦαιν τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες , ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀπ’ ὁ κε ἀποκεκρυμμένης φύαεως, ἐν ὑπονοίαις δηλουμένης . ἔστι δ’ αὐτοῖς
καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αὐτῶν ἀρχηγέται γενόμενοι, πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον.”
ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς, τάχα δ’ εἰκός, ἅ φηαιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, εὐαγγέλια καὶ τὰς τῶν γραφὰς διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἑρμηνευτικάς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαί, ταῦτ’ εἶναι. εἶτα πάλιν ἑξῆς
περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι φαλμοὺς οὕτως 68 γράφει· “ ὥστ' οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν παντοίων μέτρων καὶ μελῶν ἀριθμοῖς σεμνοτέροις ἀναγκαίως χαράααοντες.”
ταὐτῷ διέξειαιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξααθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. εἰ δέ τῳ
μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κάν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον, εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε 69 μαρτυρίαν. γράφει γὰρ ὧδε· "ἐγκράτειαν δ’ ὥαπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆ φυχῆ, τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοαοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, ακότους δὲ τὰς τοῦ σώματος ἀνάγκας· ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν. ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιατήμης ἐνίδρυται, τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶαιν ὑπὸ αοφίας ἐστιώμενοι πλουαίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλααίονα χρόνον ἀντέχειν καὶ μόγις δι’ ἓξ ἡμερῶν ἀπογεύεαθαι τροφῆς ἀναγκαίας, ἐθιαθέντες.”
τὸν τῆς προατααίας τρόπον τῶν τὰς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων διακονίας τε καὶ τὰς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπιακοπῆς πρὸ- ἑδρίας. τούτων δ’ ὅτῳ πόθος ἔνεατι τῆς ἀκρὶ· ἐπιστάσεως , μάθοι ἂν ἐκ τῆς δηλωθείαης τοῦ ἀνδρὸς ἱστορίας· ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας τά τε αρχῆθεν πρὸς τῶν ἀποατόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφεν, παντί τῳ δῆλον.
Ἱερουσαλὴμ καὶ κύκλῳ πορείαν μέχρι τοῦ Ἰλλυρικοῦ 80 διανύοντος, Ἰουδαίους ῾Ρώμης ἀπελαύνει Κλαύδιος, ὅ τε Ἀκύλας καὶ Πρίσκιλλα μετὰ τῶν ἄλλων Ἰουδαίων τῆς ῾Ρώμης ἀπαλλαγέντες ἐπὶ τὴν Ἀσίαν καταίρουσιν, ἐνταῦθά τε Παύλῳ τῷ ἀποστόλῳ συνδιατρίβουσιν, τοὺς αὐτόθι τῶν ἐκκλησιῶν ἄρτι πρὸς αὐτοῦ καταβληθέντας θεμελίους ἐπιστηρίζοντι. διδάσκαλος καὶ τούτων ἡ ἱερὰ τῶν Πραξέων γραφή.
κατὰ τὴν τοῦ πάσχα ἑορτὴν τοσαύτην ἐπὶ τῶν Ἱεροσολύμων στάσιν καὶ ταραχὴν ἐγγενέσθαι συνέβη, ὡς μόνων τῶν περὶ τὰς ἐξόδους τοῦ ἱεροῦ βίᾳ συνωθουμένων τρεῖς μυριάδας Ἰουδαίων ἀποθανεῖν πρὸς ἀλλήλων καταπατηθέντων, γενέσθαι τε τὴν ἑορτὴν πένθος μὲν ὅλῳ τῷ ἔθνει, θρῆνον δὲ καθ᾿ ἑκάστην οἰκίαν. καὶ ταῦτα δὲ κατὰ 82 λέξιν ὁ Ἰώσηπος. Κλαύδιος δὲ Ἀγρίππαν, Ἀγρίππου
που παῖδα, Ἰουδαίων καθίστησι βασιλέα, Φήλικα τῆς χώρας ἁπάσης Σαμαρείας τε καὶ Γαλιλαίας καὶ προσέτι τῆς ἐπικαλουμένης Περαίας ἐπίτροπον ἐκπέμφας , διοικήσας δὲ αὐτὸς τὴν ἡγεμονίαν ἔτεσιν τρισὶν καὶ δέκα πρὸς μησὶν ὀκτώ, Νέρωνα τῆς ἀρχῆς διάδοχον καταλιπών, τελευτᾷ.
ἐπιτροπεύοντος, αὐτοῖς ῥήμασιν αὖθις ὁ Ἰώσηπος τὴν εἰς ἀλλήλους τῶν ἱερέων στάσιν ὧδέ πως ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας γράφει·
πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολύμων, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρααυτάτων καὶ νεωτεριστῶν ἐαυτῷ ποιήαας, ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακο- λόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον· ὁ δ’ ἐπιπλήξων ἢν οὐδὲ εἷς, ἀλλ’ ὡς ἐν ἀπροατατήτῳ πόλει ταῦτ’ ἐπράααετο μετ’ ἐξουσίας. τοσαύτη
δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε ἐκπέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληφομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας. καὶ συνέβαινε τοὺς ἀπορουμένους ἱερέων ὑπ’ ἐνδείας ἀπολλυμένους θεωρεῖν· οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στασιαζόντων βία.”
χρόνους ἐν Ἱεροαολύμοις ὑποφυῆναι λῃστῶν τι εἶδος ἱατορεῖ, οἳ μεθ’ ἡμέραν, ὥς φησιν, καὶ ἐν μέσῃ τῆ πόλει ἐφόνευον τοὺς συναντῶντας. μάΛιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ
πλήθει καὶ ταῖς ἐαθήαεαιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτοις νύττειν τοὺς διαφόρους· ἔπειτα πεαόντων, μέρος γίνεαθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπααιν ὑπ’ ἀξιοπιατίας ἀνευρέτους γενέσθαι. πρῶτον μὲν
οὖν ὑπ’ αὐτῶν Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ’ αὐτὸν καθ’ ἡμέραν ἀναιρεῖαθαι πολλούς, καὶ τῶν συμφορῶν τὸν φόβον χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ’ ὥραν τὸν θάνατον προαδεχομένου.
85 “ μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος φευδοπροφήτης . παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης καὶ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων, περιαγαγὼν δ’ αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ Ἐλαιῶν καλούμενον ὄρος, ἐκεῖθεν οἷός τε ἢν εἰς Ἱεροαόλυμα παρελθεῖν βιάζεσθαι καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννικῶς χρώμενος τοῖς συνεισπεσοῦσιν δορυφόροις. φθάνει δ’ αὐτοῦ τὴν ὁρμὴν
Φῆλιξ, ὑπαντιάσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλι- καὶ πᾶς ὁ δῆμος συνεφήψατο τῆς ὥστε συμβολῆς γενομένης τὸν μὲν φυγεῖν μετ’ ὀλίγων, διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν αὐτῷ.”
ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποατόλων, ἔνθα κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ, ὅπη· νίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων 86 πλῆθος· “οὐκ ἄρα αὖ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναατατώαας καὶ ἐξαγαγὼν ἐν τῇ ἐρήμῳ τοὺς τετρακιαχιλίους ἄνδρας τῶν αικαρίων; ’’ ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα.
; 27. 1 πέμπεται, καθ’ ὃν δικαιολογησάμενος ὁ Παῦλος δέαμιος ἐπὶ Ρώμης ἄγεται· Ἀρίσταρχος αὐτῷ 88 συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτόν που ἐπιστολῶν ἀποκαλεῖ. καὶ Λουκᾶς, ὁ καὶ τὰς 89 πράξεις τῶν ἀποστόλων γραφῇ παραδούς, ἐν τούτοις κατέλυαε τὴν ἱστορίαν, διετίαν ὅλην ἐπὶ τῆς Ρώμης τὸν Παῦλον ἄνετον διατρῖφαι καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμενος. τότε μὲν οὖν ἀπολογησάμενον , αὗθις
ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπόατολον, δεύτερον δ’ τῆ αὐτῇ πόλει τῷ κατ’ αὐτὸν τελειωθῆναι μαρτυρίῳ· ἐν ῷ δεαμοῖς ἐχόμενος, τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιατολὴν συντάττει, ὁμοῦ σημαίνων τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ καὶ : 90 τούτων τὰς αὐτοῦ μαρτυρίας· “ ἐν τῆ πρώτῃ μου,’’ φηαίν, “ ἀπολογίᾳ οὐδείς μοι παρεγένετο , ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη), ὁ δὲ κύριός μοι παρέατη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, καὶ ἐρρύαθην ἐκ στόματος λέοντος.’’ σαφῶς δὴ παρίστηαιν διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὡς ἂν τὸ κήρυγμα τὸ δι’ αὐτοῦ πληρωθείη, ἐρρύαθη ἐκ στόματος τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικεν, διὰ τὸ ὠμό- θυμον προαειπών. οὔκουν ἑξῆς προατέθεικεν παραπλήσιόν τι τῷ “ ῥύσεταί με ἐκ στόματος λέοντος·’’ ἑώρα γὰρ τῷ πνεύματι τὴν δάον οὔπω μέλλουααν αὐτοῦ τελευτήν, δι’ ὅ φησιν ἐπιλέγων 91 τῷ “ καὶ ἐρρύσθην ἐκ στόματος λέοντος ’’ ρύσεταί με ὁ κύριος ἄπο παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν νιον, σημαίνων τὸ παραυτίκα μαρτύριον· ὃ 92 καὶ σαφέστερον ἐν τῆ αὐτῇ προλέγει φάακων “ ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς 93 τῆς ἐμῆς ἀναλύσεως ἐφέατηκεν.’’ 1 νῦν μὲν οὖν ἑ ἐπὶ τῆς δευτέρας ἐπιστολῆς τῶν πρὸς Τιμόθεον τὸν Λοῦκαν μόνον γράφοντι αὐτῷ συνεῖναι κατὰ δὲ τὴν προτέραν ἀπολογίαν οὐδὲ τοῦτον· ὅθεν εἰκότως τὰς τῶν ἀποατόλων Πραξεῖς ἐπ’ 94 ἐκεῖνον ὁ Λουκᾶς περιέγραφε τὸν χρόνον, τὴν μέχρις ὅτε τῷ Παύλῳ συνῆν ἱστορίαν ὑφηγησάμενος. ταῦτα δ’ ἡμῖν εἴρηται παρισταμένοις ὅτι
μὴ καθ’ ἢν ὁ Λουκᾶς ἀνέγραφεν ἐπὶ τῆς Ῥώμης ἐπιδημίαν τοῦ Παύλου τὸ μαρτύριον αὐτῷ οὑν. ἐπεράνθη· εἰκός γέ τοι κατὰ μὲν ἀρχὰς ἠπιώτερον
τοῦ Νέρωνος διακειμένου, ῥᾷον τὴν ὑπὲρ τοῦ δόγματος τοῦ Παύλου καταδεχθῆναι ἀπολογίαν, προελθόντος δ’ εἰς ἀθεμίτους τόλμας, μετὰ τῶν ὤων καὶ τὰ κατὰ τῶν ἀποστόΛων ἐγχειρηθῆναι.
ἐπικαλεσαμένου ἐπί τε τὴν ‘ Ρωμαίων πόλιν ὑπό 96 Φήστου παραπεμφθέντος, τῆς ἐλπίδος καθ’ ἢν ἐξῆρ’· τυον αὐτῷ τὴν ἐπιβουλήν, ἀποπεαόντες, ἐπὶ Ἰάκωβον τὸν τοῦ κυρίου τρέπονται ἀδελφόν, ᾧ πρὸς τῶν ἀποατόλων ὁ τῆς ἐπισκοπῆς τῆς ἐν Ἱεροσολύμοις ἐγκεχείριστο θρόνος. τοιαῦτα δὲ αὐτοῖς καὶ τὰ κατὰ τούτου τολμᾶται. εἰς μέσον αὐτόν ἄγα.
γόντες ἄρνησιν τῆς εἰς τὸν χριστὸν πίστεως ἐπὶ παντὸς ἐξῄτουν τοῦ λαοῦ· τοῦ δὲ παρὰ τὴν ἄπαγ’ γνώμην ἐλευθέρᾳ φωνὴ καὶ μαλλοῦ ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἅπας παρρησία. εοοκησαν επι της πληυυος απασης παρρησια απασης καὶ ὁμολογήααντος υἱὸν εἶναι θεοῦ σωτῆρα καὶ κύριον ἡμῶν ’Iηαοῦν, μηκέθ’ οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν τῷ καὶ δι’. καιότατον αὐτὸν παρὰ τοῖς πᾶσιν δι’ ἀκρότητα ἧς μετῄει κατὰ τὸν βίον φιλοσοφίας τε καὶ θεοσεβείας κτείνουσι, καιρὸν εἰς ἐξουσίαν λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ’ αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτή. σαντος, ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι διοικήσεως καθειστήκει. τὸν δὲ τῆς τοῦ Ἰακώ.
Βοῦ τελευτῆς τρόπον ἤδη μὲν πρότερον αἱ παρα- τεθεῖσαι τοῦ Κλήμεντος φωναὶ δεδηλώκασιν, ἀπὸ τοῦ πτερυγίου βεβλῆσθαι ξύλῳ τε τὴν πρὸς θάνατον πεπλῆχθαι αὐτὸν ἱστορηκότος· ἀκριβέατατά γε μὴν τὰ κατ’ αὐτὸν ὁ Ἡγήαιππος, ἐπὶ τῆς πρώτης τῶν ἀποατόλων γενόμενος διαδοχῆς, ἐν τῷ πέμπτῳ αὐτοῦ ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον· Διαδέχεται τὴν ἐκκληαίαν μετὰ τῶν ἀποστόλων ὁ ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος, ὁ ὀνομααθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ κυρίου χρόνων μέχρι καὶ ἡμῶν, ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο, 97 οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἢν, οἶνον καὶ σίκερα οὐκ ἔπιεν οὐδὲ ἔμφυχον ἔφαγεν, ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ 98 ἠλείφατο, καὶ βαλανείῳ ἴῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰαιέναι· οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰαήρχετο εἰς τὸν ναὸν ηὑρίακετό τε κείμενος ἐπὶ τοῖς γόνασιν καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ θεῷ καὶ αἰτεῖαθαι ἄφεσιν τῷ λαῷ. διά γέ τοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ ἐκαλεῖτο ὁ δίκαιος καὶ ὠβλίας, ὅ ἐατιν Ἑλληνιστὶ περιοχὴ 99 τοῦ λαοῦ, καὶ δικαιοαύνη, ὡς οἱ προφῆται δηλοῦσιν περὶ αὐτοῦ. τινὲς οὗν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν ’π’ προγεγραμμένων μοι ἐν τοῖς v. Ὑπομνήμασιν), ἐπυνθάνοντο αὐτοῦ τίς ἡ θύρα 100 τοῦ Ἰηαοῦ, καὶ ἔλεγεν τοῦτον εἶναι τὸν σωτῆρα· ἐξ ὧν τινες ἐπίατευααν ὅτι Ἰησοῦς ἐατιν ὁ Χριστός. δὲ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπί· στευον οὔτε ἀνάστασιν οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάατῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὅσοι δὲ καὶ ἐπίατευααν, διὰ Ἰάκωβον. πολλῶν οὗν καὶ τῶν
ἀρχόντων πιατευόντων, ἢν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ Φαρισαίων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰηαοῦν τὸν χριστὸν προσδοκᾶν. ἔλεγον οὗν συνελθόντες τῷ Ἰακώβῳ· παρακαλοῦμέν ἄε, ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰηαοῦν, ὡς αὐτοῦ ὄντος τοῦ χριστοῦ. παρακαλοῦμέν ἄε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ· ἀοῖ γὰρ πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι 101 καὶ πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις. πεῖαον οὖν αὖ τὸν ὄχλον περὶ
Ιησοῦ μὴ πλανᾶαθαι· καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. στῆθι οὗν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ἦς ἐπιφανὴς καὶ ἢ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθααι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. ’ ἔστησαν οὖν οἱ πρὸ.
εἰρημένοι γραμματεῖς καὶ Φαριααῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπαν ‘ δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρω- θέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰηαοῦ.’ 102 καὶ ἀπεκρίνατο φωνῇ μεγάλη ‘ τί με ἐπερωτᾶτε
103 περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως , καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐ- ρανοῦ ; ’ καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων
ἐπὶ τῆ μαρτυρίᾳ τοῦ Ἰακώβου καὶ 104 λεγόντων ‘ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ’ τότε πάλιν οἱ αὐτοὶ γραμματεῖς καὶ Φαριααῖοι πρὸς ὠή· λους ἔλεγον ‘ κακῶς ἐποιήααμεν τοιαύτην μαρτυρίαν παρααχόντες τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες καταβάλωμεν αὐτόν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.’ καὶ ἔκραξαν λέγοντες ἴ’ ὢ ὤ,
καὶ ὁ δίκαιος ἐπλανήθη,’ καὶ ἐπλήρωσαν τὴν 105 γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην ἴ’ τὸν δίκαιον, ὅτι δύαχρηατος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.’ ἀναβάντες
οὖν κατέβαλον τὸν δίκαιον. καὶ ἔλεγον ἀλλήλοις λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον,’ καὶ ἤρξαντο λιθάζειν αὐτόν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν· ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων παρακαλῶ , κύριε θεὲ πάτερ, ἄφες αὐτοῖς· 106 οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.’ οὕτως δὲ κάτα·
λιθοβολούντων αὐτόν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβείμ, τῶν μαρτυρουμένων ὑπὸ 107 Ἱερεμίου τοῦ προφήτου, ἔκραξεν λέγων παύσασθε· τί ποιεῖτε; εὔχεται ὑπὲρ ὑμῶν ὁ δίκαιος.’ καὶ λαβών τις ἀπ’ αὐτῶν, εἷς τῶν γναφέων, τὸ
ξύλον, ἐν ᾧ ἀποπιέζει τὰ ἱμάτια, ἤνεγκεν κατὰ τῆς κεφαλῆς τοῦ δικαίου, καὶ οὕτως ἐμαρτύρησεν. καὶ ἔθαφαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησιν γεγένηται ὅτι Ἰησοῦς ὁ χριατός ἐστιν. καὶ εὐθὺς Οὐεαπασιανὸς πολιορκεῖ αὐτούς.” 1
κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμ- πουσι πρὸς τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιατεῖΛαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράααειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι. τινὲς δ’ αὐτῶν καὶ τὸν Ἀλβῖνον πεποιηκέναι. ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιπο- ροῦντα, καὶ διδάακουαιν ὡς οὐκ ἐξὸν ἢν Ἀνάνῳ χωρὶς αὐτοῦ γνώμης καθίσαι συνέδριον. Ἀλβῖνος
δὲ πειαθεὶς τοῖς λεγομένοις, γράφει μετ’ ὀργῆς τῷ Ἀνάνῳ, λήφεαθαυ παρ’ αὐτοῦ δίκας ἀπειλῶν, καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τὴν ἀρχιερωσύνην ἀφελόμενος αὐτοῦ ἄρξαντος μῆνας τρεῖς, Ἰησοῦν τὸν τοῦ Δαμμαίου κατέατηαεν “1
γοῦν τῶν παλαιῶν αὐτῆς ἐμνημόνευααν, ὡς οὐδὲ τῆς λεγομένης Ἰούδα, μιᾶς καὶ αὐτῆς αὐτῆς τῶν ἑπτὰ λεγομένων καθολικῶν· ὅμως δ’ ἴσμεν καὶ ταύτας μετὰ τῶν λοιπῶν ἐν πλείσταις δεδημοσιευμένας ἐκκλησίαις .
ἀρχῆς, εἰς ἀνοσίους ὀκείλας ἐπιτηδεύσεις, κατ’ αὐ- τῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας. γράφειν μὲν οὖν οἷός τις οὗτος γεγένηται τὴν μοχθηρίαν, οὐ τῆς παρούσης γένοιτ’ ἂν σχολῆς · πολλῶν γε μὴν τὰ κατ’ αὐτὸν ἀκριβεστάταις
παραδεδωκότων διηγήσεαιν, πάρεστιν ὅτῳ φί- λον, ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωμααι μανίας, καθ’ ἢν οὐ μετὰ λογισμοῦ μυρίων ὅαων ἀπωλείας διεξελθών, ἐπὶ τοααύτην ἤλασε μιαιφονίαν, ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἐπισχεῖν, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα αὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσιν τρόπον ἐχθρῶν καὶ πολε- μίων ποικίλαις θανάτων ἰδέαις διαχρήαααθαι. ἐνέδει δ’ ἄρα τοῖς πᾶσι καὶ τοῦτ' ἐπιγραφῆναι
αὐτῷ, ὡς ἀν’ πρῶτος αὐτοκρατόρων τῆς εἰς τὸ θεῖον εὐαεβείας πολέμιος ἀναδειχθείη. τούτου
πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς ὧδέ πως λέγων 114 μνημονεύει ἐντύχετε τοῖς ὑπομνήμααιν ὑμῶν, ἐκεῖ εὑρήαετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιατα ἐν Ῥώμῃ, τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας, ὠμὸς ἦν εἰς πάντας, διώξαντα. τοιού- τῳ τῆς κολάαεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται ὡς οὐκ ἄν, εἰ μὴ μέγα τι ἀγαθὸν ἦν, ὑπὸ Νέρωνος κατακριθῆναι.”
πρῶτος ἀνακηρυχθείς, ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφαγάς. Παῦλος δὴ οὖν ἐπ’ αὐτῆς ‘Ρώμης τὴν κεφαλὴν ἀποτμηθῆναι καὶ Πέτρος ὡσαύτως ἀναακολοπιαθῆναι κατ’ αὐτὸν ἱστοροῦνται, καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου καὶ Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόαρηαις, οὐδὲν δὲ
ἦττον καὶ ἐκκλησιαστικὸς ἀνήρ, Γάϊος ὄνομα, κατὰ Ζεφυρῖνον ‘ Ρωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προἰ·αταμένῳ 115 γνώμης ἐγγράφως διαλεχθείς, αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ ακηνώματα κατατέθειται, φηαίν· “ ἐγὼ ’ς δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βασικανὸν ἢ ἐπὶ τὴν ὁδὸν τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκληλσίαν.”
Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν, ὧδε παρίατηαιν “ ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεαίας τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων αυνεκεράαατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύααντες ἡμᾶς ὁμοίως ἐδίδαξαν, ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν.’’ 1 καὶ ταῦτα δέ, ὡς ἂν ἔτι μᾶλλον πιστωθείη τὰ τῆς ἰατορίας.
τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος καταλαβούσης διελθὼν αυμφορᾶς, δηλοῖ κατὰ λέξιν ἐπὶ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαίοις τετιμημένων μάατιξιν αἰκισθέντας ἐν αὐτῇ τῇ τετιμημένων 117 ἀνααταυρωθῆναι ὑπὸ Φλώρου· τοῦτον δὲ εἶναι τῆς Ἰουδαίας ἐπίτροπον, ὁπηνίκα τὴν ἄρχην ἀναρριπισθῆναι τοῦ πολέμου, ἔτους δωδεκάτου 118 τῆς Νέρωνος ἡγεμονίας, αυνέβη. εἶτα δὲ καὶ
καθ’ ὅλην τὴν Συρίαν ἔπι τῆ τῶν Ἰουδαίων ἀποστάσει φησι κατειληφέναι ταραχήν, πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν 119 ἐνοίκων ὡς ἂν πολεμίων ἀνηλεῶς πορθουμένων , ὤσατε ὁρᾶν τὰς πόλεις μεατὰς ἀτάφων σωμάτων καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους γύναιά τε μηδὲ τῆς ἐπ’ αἰδῶ σκέπης καὶ πᾶααν μὲν τὴν ἐπαρχίαν μεοτὴν ἀδιηγήτων συμφορῶν, μείζονα δὲ τῶν ἑκάστοτε τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνάτααιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.
Ecclesiastical History. Eusebius. ed. Kirsopp Lake, ed. J.E. L. Oulton. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.