εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰσέτι νῦν καὶ εἰς ἡμᾶς πεφυλαγμένους τῆς ἐκκλησίας περιέχει κανόνας.
καὶ ἀποδεχόμενος, ἐκθειάζων τε καὶ σεμνύνων τοὺς 1 κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων , ὡς ἔοικε, γεγονότας, ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας ἐθῶν.
ἐν ᾧ ἐπέγραψε λόγῳ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησι τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως · ἤτοι γὰρ παρὰ τὸ τὰς ψυχὰς τῦν προσιόντων αὐτοῖς τῶν ἀπὸ κακίας
παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρὰς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.
τοὔνομα, εἴτε καὶ ὄντως τοῦτ’ αὐτοὺς ἐκάλουν κατ’ ἀρχὰς οἱ πρῶτοι, μηδαμῶς πω τῆς Χριστιανῶν προσρήσεως ἀνὰ πάντα τόπον ἐπιπεφημισμένης, οὔ τί πω διατείνεσθαι ἀναγκαῖον.
ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων, ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς
εὖ εἰδότας, τῶν κατ’ ἐκεῖνο καιροῦ τοῦθ’ ὡς εἰκὸς ἐπιτελούντων ἐκθύμῳ καὶ θερμοτάτῃ πίστει, τὸν προφητικὸν ζηλοῦν ἀσκούντων βίον.
τὰς τιμὰς τῶν πιπρασκομένων, ἐτίθεσάν τε παρὰ τοὺς πόδας τῶν ἀποστόλων , ὥστε διαδίδοσθαι ἑκάστῳ καθὸ ἄν τις χρείαν εἶχεν.
“πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος· ἔδυ γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον. πλεονάζει δ’ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν , καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
καθάπερ εἰς πατρίδα θεραπευτῶν , ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μάριας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.’
αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται , μηδὲν εἰσκομίζοντες , μὴ ποτὸν,
μὴ σιτίον , μηδέ τι τόν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἶς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦν- ται.’
“ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκη- 3 “ σις. ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι τὴν “πάτριον φιλοσοφοῦσι σοφίαν ἀλληγοροῦντες, ἐπειδὴ “σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκε- “κρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης.
“ οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι πολλὰ “ μνημεῖαδ τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, “ οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον.
ἐπακροασαμένῳ γραφάς. τάχα δ’ εἰκὸς, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, τά τε εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς , διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἐρμηνευγικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους
τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτ’ εἷναι.
‘τέροις ἀναγκαίως χαράσσοντες.’’
κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον,
4 “ προκαταβαλλόμενοι τῇ ψυχῇ τἀς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς σιτίον δὲ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν “ προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλο- “ σοφεῖν φωτὸς ἄξιον κρίνουσιν εἶναι, σκότους δὲ τὰς
“ τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέρας, ταῖς δὲ ‘νυκτὸς βραχύ τι μέρος ἀπένειμαν.
“ μένοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγού- “ σῆς , ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν , καὶ ‘ μόγις δι’ ἒξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναν- τιρρήτους περὶ τῶν καθ’ ἡμᾶς ὑπάρχειν ἡγούμεθα
λέξεις
ὧν ὁ λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἶ πλεῖσται γηραλέαι τυγχάνουσι παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, φυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην , διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι
τῶν περὶ τὸ σῶμα ἡδονῶν ἠλόγησαν , οὐ θνητῶν ἐκγόνων, ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή.
“δι΄ δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις. ἅπασα γὰρ ἡ νομο 5 “θεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ , καὶ ‘σῦμα μὲν ἔχειν τὰς ῥητὰς λέξεις, ψυχὴν δὲ τ·ὸν ἐνα- ‘ ποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ὃν ἤρξατο “ διαφερόντως ἡ θρησκεία αὕτη θεωρεῖν, ὡς διὰ κατό- “ πτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαι-
“νόμενα κατιδοῦσα.
ἐν ἀσιτίαις καὶ διανυκτερεύσεσιν , προσοχαῖς τε τῶν θείων λόγων ἐκτελεῖν εἰώθαμεν.
μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις, τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ἱστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ’ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν , ὅπως τε κατὰ τὰς δεδηλωμένας
ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντ ἐς οἴνου μὲν τὸ παράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐδ’ ἀπογεύονται, ἀλλ’ οὐδὲ τῶν ἐναίμων τινὸς, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι ποτὸν , καὶ προσόψημα μετ’ ἄρτου ἅλες καὶ ὕσσωπον.
προστασίας τρόπον τῶν τὰς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων, διακονίας τε καὶ τὰς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. τούτων δ’ ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τἀνδρὸς ἱστορίας.
6 πρώτους κήρυκας τῆς κατὰ τὸεὐαγγἐλιον διδασκαλίας, τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφε , παντί τῳ δῆλον.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.