τυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώσηπος λέγ·ει διὰ τούτων
δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.’’
Δαμάσκου, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. μετ’ οὐ πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύτης τῆς χώσυν ρας, σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν μετῴκησε, καὶ οἱ
ἀπ’ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα.’’
καταλαβόντος , Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν 1 πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος, ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν, ἢ μεταχοδμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν.’’
ἐκφαυλιζόντων νόμιμα, καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων 418 τῶν πρὸς ἀλλήλους , συμβαλὼν αὐτῶν ἑκάστοις , καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, κενοὺς καὶ μηδὲν ἀληθὲς ἔχοντας ἀπέφαινε.
καὶ δεινὸς ἀνὴρ οἱ νοῆσαι μόνον, ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἀβραάμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. ἐκ Χαλδαίων
b γὰρ ταῦτ’ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἑλληνας. ’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.