πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι᾿ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.᾿ περὶ δὲ τοῦ
1 πεδίου τοῦ λεγόμενον Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως “τῶν ἱερέων τοὺς διασωθέντας , τὰ τοῦ Ἐνυαλίου Δῖός ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας
ἐλθεῖν · σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας , τὰς συνοικίας ποιησάμενοι πανταχοῦ, 417 καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν.’’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.