μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις 245 Ἔλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τον τρόπον
συρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον.
Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην· εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαικὴν εὑρεῖν , ἐπί τε τὴν εὐσέβειαν
ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ.
τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἀβραὰμ μετὰ οἰκετῶν 419 βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας.
ὄπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν , ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμά- λωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Αρυαριξὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου ·
δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. λιμοῦ δὲ γενομένου τὸν b Ἀβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ, κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι.
δ’ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον. μάντεις δὲ αὐτοῦ καλέσαντος τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα c τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί.
καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἑνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰ- γυπτίους.
νέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι d Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι , ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Με-στάεὶμ,
στραεὶμ, πατέρα Αἰγυπτίων· Ἓλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἑνώχ · τοῦ δὲ Ἑνὼχ γενέ- σθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι’ ἀγγέλων θεοῦ γνῶναι, καὶ ἡμὰς οὕτως ἐπιγνῶναι.’’
420
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.