ὑπὸ Περσῶν ‚ καθ’ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους ‚ ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μι- σθοφορίαις ‚ ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας c πιστοὺς, φρούρια κτίσας, ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον
ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις ‚ ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν ‚ ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ’ ἀξίαν ἀργυρικὴν τιμὴν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμὰς, διειληφότες εὐσεβῶς
τοῦτο πράσσειν, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ’ ὅλην τὴν οἰκουμένην d διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν ‚ τοὺς δὲ δυναμένους
καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους ἐπικρίνων κατέστησα.
Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραικῶν λεγομένων γραμμάτων, ἔν ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις.
ἐμπειρίαν ἔχοντας τοῦ νόμου ‚ καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων 353 εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τού- του μεγάλην ἀτοίσεσθαι δόξαν.
δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀρισταῖον, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἂν 208 βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι
πράξεις · ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.