b προσηκούσης ἐπισκευῆς ‚ πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι
ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τετύχηκε.
διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καἲ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων ‚ καὶ τῶν κατ’ αὐτὰ πεπολιτευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν ‚ ὥς φησιν Ἑκαταῖος ὁ 207 Ἀβδηρίτης.
πρὸς τὸν ἐν Ἱεροσολύμοις ἀρχιερέα ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον ἑαυτῶν, ἀφ’ ἑκάστης φυλῆς ἓξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων d όνων ἐξετάσαντες, καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν
ἀκριβὲς, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σὴς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.’
‚ σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα ‚ καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα, καὶ λίθων ἱκανόν τι
πλῆθος.
ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.