οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον ἐφ᾿ ἑαυτῷ τὴν b τοῦ βασιλέως πρόθεσιν.
ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι.
τὰ πρὸς τὴν χρείαν ὁ δὲ Δημήτριος εἶπεν, ἑρμη- c νείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμ- μάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπο- λαμβάνονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ’ οὐκ ἔστιν, ἀλλ’ ἕτερος τρόπος.
οὐδὲν ἀπερριμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς ἐκδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε- χώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος, καὶ τὴν ἑκάστου κατασκευὴν ‚ διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ ἐκδόσεώς ἐστιν
ἀντίγραφον τόδε ·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.