φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ ἡ ἀδελφὴ ‚ καὶ c τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα ‚ καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν
καλὴν βουλὴν ‚ καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν
ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων d μένων παρὰ σοὶ καὶ Ἀρισταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς
καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα
μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας.
ἁγίου νόμου μεταγραφὴ ‚ παρόντων πάντων, ἐπελε- ξάμην ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ‚ πρεσβυτέρους, ἀφ’ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὑν ποιήσεις, βασιλεῦ δίκαιε, προσ- τάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων ‚ ἔνα
πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄν- δρες. ἔρρωσο.”
οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις ‚ ἐκέλευσαν c ’σαν ἐπαρᾶσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἴ τις δια- σκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν ‚ καλῶς τοῦτο
πράσσοντες ‚ ἔνα διὰ παντὸς ἀέναα μένοντα φυλάσ- σηται.
διάνοιαν, καὶ πρὸς τὸν Δημήτριον εἶπε, πῶς τηλικούτων d κούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπέβα βάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη, διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν. καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν
χάριν τὸ συμβαῖνόν ἐστι· δι’ ὀνείρου δὲ σημανθέντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺςἀνθρώπους ἐκφέρειν ‚ ἀποσχόμενον οὕτως ἀποκαταστῆναι.
μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη, καὶ λαβὼν ὑπόνοιαν ὅτι διὰ ταὐτ’ αὐτῷ γέγονεν, ἐξιλασάμενος σάμενος τὸν θεὸν ‚ ἐν πολλαῖς ἡμέραις ἀποκατέστη
τούτων τὰ περὶ τοῦ Δημητρίου προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖσθαι ἁγνῶς. ”
Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ‚ ἣν πεποίηνται Μώσεως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν
Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.