Αἰγυπτία παρ’ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἐλλήνων c παρὰ τῶν ἐν τούτοις διαφανῶν, τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ’ οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ’ Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν
ποθεν ἀποδέχεσθαι)
κυρίου τοῦ θεοῦ.”
πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν.
καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ 307 “ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος.
ἀναγέγραπται. κέκληται δ’ οὖν Ἐνὼς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ.
b
φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν.
προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν μετάληψιν, ὑποφαίνει.
θεοφιλῶν παρ’ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ d κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὣν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον
τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ’ ἂν ἀποδεικτικόν.
ὡς ἵλεω καὶ ἀγαθοῦ πατρὸς, τοῦτ’ ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος.
πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα 308 κυρίου τοῦ θεοῦ.
ἄλλος εὐηρέστησε τῷ κυρίῳ, καὶ οὐχ εὑρίσκετο, ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ b θεὸς δι᾿ ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς.
ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας γαῖ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ᾿ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος
ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς, ὑπὸ θεοῦ εὕρηται.
ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν
τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ d δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες, εἴθ᾿ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου
διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παρα- δοῦναι τῷ βίῳ, ὥστε πὰν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ θεῷ δίκης.
αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον 309
πρὸς τοῦ θεοῦ τετήρηται.
δὲ μετὰ τοῦτον ἐπ’ εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας.
οὐδὲ τῶν Μώσεως Ἰουδαἱκῶν παραγγελμάτων παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ’ ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ
τὴν ἑρμηνείαν τῆς προσηγορίας.
τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται.
ἄνωθεν δεδηλωμένοις παραπλησίως.
τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ νῦν καθ᾿ ἡμὰς συντελούμενα θεσπίζων.
ἐπ᾿ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ 310 σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθίας, εἴτε καὶ
ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ᾿ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν.
δ᾿ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ᾿
ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερ- βολῇ σωφροσύνης λέγεται.
ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν·
κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος.
“οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ d ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός,” τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα
θεόν.
’ περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ 311 οὔτοι.
ὄνομα τῷ ἀνδρὶ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· οὗτός γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται.
ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι.
αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός.
ψυχῆς πῶς ἄν τις ἀναγράψειε, κατ᾿ ἀξίαν τῆς τἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος;
διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν, καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι.
τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένη, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκα- λίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος, καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας, τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας· ὥσπερ
δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται.
δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;” ἐφ’ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ b τῶν δεσποτῶν αὐτοῦ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν
τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται.
εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν c τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο,
τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.
δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’ 184 ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ’ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν
ὑποθεμένου.
313 προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήχης, τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.