b επιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλεί- πτοις παραδέδωκεν, ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιοῦντο, καὶ αὖ πάλιν ἄλλων ἀθέων τε καὶ ἀσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους
παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐδεβῶν βίου.
ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ’ αὐτῷ μνήμης, ὣν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἶς τοὺς νόμους διετάττετο.
ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς άναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι, d μηδ’ ἀποκνῆσαι ὡς ἐπ’ ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας·
καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν, καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόσι γραφής διατυπούμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.