λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδὲ ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν
ἡγησάμενος, ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν.
σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα.
πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου 314 βασιλέα καταστήσας.
τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.