πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν, τούς τε ἱεροὺς ἀγ- b γέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους, πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν, καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ
δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν, κἄπειτα τῶν κατ᾿ οὐρανὸν δίκην ἄστρων, τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν, τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν· διὸ καὶ φωστῆρσι τοῖς κατ᾿ οὐρανὸν
εἰκότως παραβάλλεσθαι·
θῆρά τε ἄγριον, καὶ ἀνθρωποβόρον λέοντα, καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν.
διηγούμενοι “πῶς πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον
329 μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.”
πάντα λίθον χρηστὸν ἐνδέδεσαι” καὶ τὰ ἑξῆς.
σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοὺ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρ- ριψά σε.”
καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως, ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς
βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον, κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ, Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ’ ἡμῖν, τὸ δ’
ὑπὸ τῶν θείων λογίων δηλούμενον, ἀντικατηλλάξατο
γέγονε.
μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι’ ὧν φησιν “ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.·
εἰς ἑαυτοὺς ὑφαρπάζειν, μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς 330 εὐχερεῖς δελεάζειν, καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν ἀποσπᾶν, κατασύρειν ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας
βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο. διαρρήδην παιδεύουσιν ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.
μεμαθήκαμεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.