γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ d συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς, πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι.
λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου, μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι.
ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ᾿ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος.
στολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ.
δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ b φωτιστικῆς δυνάμεως τοῦ θείου λόγου. διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν.
πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑπο- βεβηκότων καὶ τῆς παρ᾿ αὐτοῦ χορηγίας ἐπιδεομέ- c νων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων ποιητοῦ κατατεταγμένου.
παρ᾿ ἑτέρου [του ἢ παρὰ θεοῦ λόγου,] τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγεννήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ᾿ οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος, καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα
d ἀναβλυστανούσης ἀρυτόμενος, τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου φωτὸς μαρμαρυγῶν μεταδίδωσι.
ἐπινοίας ἐπέκεινα, τὰ μὲν πάντα ὅσα περ ἐν ἀρρήτοις δυνάμεσι περιείληφε τῷ πρώτῳ γεννήματι κοινωνεῖν μόνῳ, ὡς ἂν μόνως οἵῳ τε χωρεῖν καὶ ἀποδέχεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν τοῦ πατρὸς τῶν ἀγαθῶν ἀφθονίαν.
326 μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν. τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ᾿ ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ,
δεδωρῆσθαι.
διαφέρειν ἐν δόξῃ. θνητῇ μὲν οὑν φύσει οὐκ ἔστιν b ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ’ οὐρανὸν στρατιὰς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἴ’ ἀγνοεῖν. διὸ παρ’ αὐτοῖς λέγεσθαι “ὁ ὁ ἀριθμῶν πλήθη
ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.’
γένη, ἀλλ’ οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ.
αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ’ ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ’ ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία.
μου μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.”
ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα, μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ’ οἶόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν 327 θεὸν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς, καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζόμενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους,
καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους, ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας, τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ b θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν
τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον, καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα.
ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ c φροντιστῇ καὶ σωτῆρι, τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν ἡ θεία καὶ προφητικὴ γραφὴ
νέμειν παρακελεύεται, φάσκουσα
φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐ- d τὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, προστάγματα
ἔθετο, καὶ οὐ παρελεύσεται.”
καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς, καὶ τὰ κατ᾿ οὐρανὸν ἅπαντα, τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων ἡ πάντων ἀρχὴ τὸν αὐτοῦ πατέρα μόνον ἡγεῖσθαι
θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.