καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς, καὶ τὰ κατ᾿ οὐρανὸν ἅπαντα, τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων ἡ πάντων ἀρχὴ τὸν αὐτοῦ πατέρα μόνον ἡγεῖσθαι
θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.