πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν, τούς τε ἱεροὺς ἀγ- b γέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους, πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν, καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ
δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν, κἄπειτα τῶν κατ᾿ οὐρανὸν δίκην ἄστρων, τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν, τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν· διὸ καὶ φωστῆρσι τοῖς κατ᾿ οὐρανὸν
εἰκότως παραβάλλεσθαι·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.