οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν
περὶ ἕκαστον ἄνθρωπον , τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβα- νομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ τῶν c ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἶ ἀστέρες κατὰ διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν.
ημαριηχότας, ὡς κολασθησομένους · τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· d οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γε- νόμενον.
1 Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία , κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ τοῦ θεοῦ ἐκκλησίας·
οὕτω τολμῶντας ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος , πάντα 166 πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου. ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι
λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ 282 τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι.
τῆς ἀσελγείας γεγενημένοι , ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι- ούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν , ἀνδροφονίαις b
καὶ πειρατείαις;
τῶν κακός καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;”
δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ᾿ αὐτοὺς πατὴρ εὐλόγως · χρηματίζοι δίκαιος;
d καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται.
ᾖ τὸ λεγόμενον ὑπ᾿ αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινὸς ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. δῆλον γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες διδόναι
αὐτοῖς οὐδαμῶς δυνήσονται.
ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι.
πεπονθότων ἢ ἐνηργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκού- σαντες τάδε τινὰ γινώσκουσιν
τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως.
ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου d μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα φέρε
εἰπεῖν τὸν θεόν.
τὴν αὐτοῦ αἰτίαν,
λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα.”
πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν “ ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.’’
πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γεμέσθαι προφητευόμενα οὕτως ‘καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ , ἐν τῇ πέμπτῃ καὶ δε- κάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ c Ἰούδα. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ,
ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν.’ εἶτα μετ’ ὀλίγα ‘καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθὴλ, καὶ ‘Iεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ
εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύ- ριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα d αὐτῷ , καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων,
‘τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων, ἰδοὺ τὸ θυ- σιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐτῷ. καὶ μετ’ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσια- στήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυ- σιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν
λόγῳ κυρίου.
χριστῷ μου Κύρῳ , οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνο·ίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκὰς συντρίψω, 285
καὶ μοχλοὺς σιδηροῦς συνθλάσω · καὶ δώσω σοι 168 θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἔνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω
σε τῷ ὀνόματί μου, καὶ προσδέξομαί σε.
ληνῶν τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευ- θέντα Κῦρον.
λωνίων ἀρχῆς ὀνομαζομένης , ἀργυρίου δὲ τῆς Περ- σῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων , σιδήρου δὲ τῆς Ρωμαίων.
καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπι- καλούμενον Λαγὼν , οὕτω προφητεύεται καὶ ἴδον τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοὐ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς
d αὐτὸν καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν
αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν
νότον καὶ τὴν δύσιν.
κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως.
τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.”
τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάν- τῶν τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἶ ἄνθρωποι, πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων
τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ πασχόντων,) ἀλλ’ αἷ δυνάμεις , ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν.
τάξιν παραβεβηκότων, καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ’ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησι· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν έπιμελέστερον 169
εὐθέως διαληψόμεθα.
ἀνθρώποις , σημαντικοὶ δὲ μόνον· (γ') καὶ ὅτι ἄν- θρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται. (δ') τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων,
τέταρτον ἐξετασθήσεται.
ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον , καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν τῶν τε κακιῶν ψεκτόν.
αὐτόν· εἰ δὲ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, b κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ὁ θεὸς ἔγνω. εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα
τοὺς ἀδίκους
ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων.
ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι d ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται, οὕτω νοητέον τὸν θεὸν προεωρακότα ὁποῖος ἔσται ἕκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει
τάδε.
ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. διαστολῆς δὲ δεῖ- 288 ται. εἰ μὲν γὰρ τὸ ῾πάντως ἔσται᾿ οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν
Ἰούδαν προδότην γενέσθαι.
ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι.
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέ- 170 λησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ.”
ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ μὴ γενέσθαι.
ἐροῦμεν οὕτως· εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ· εἰ ἐν- δέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν d θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται.
προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων οἶδα ὅτι τάδε ποιήσει.
ὥσπερ, ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σω- 289 φρονῆσαι· δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι
τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι.
μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐν- b νοιῶν καὶ λόγου προτρεπτικοῦ.
αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον.
μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρ- τήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται “ ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.’’
ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα , ὡς οὐκ ὄντος ἐπ’ αὐτοῖς τοῦ ἐπιστρέψαι , καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν
ἁμαρτημάτων.
προειρημένου. καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτ’ ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ.
ἐπέτρεψε δ’ ἂν δόξασα κατειλῆφθαι , πρὸς τὸ μὴ ἀντι- παλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι.
ἔχομενκαὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ καὶ ἀγαθὸν γενέσθαι · προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.’
τοῦ παρόντος καιροῦ διηγήσασθαι.
τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ’ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προ- γενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν.
αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι- έχοντος.
ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν , γενόμενος σχημα- τισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου.
δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, 291 πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους.
ζῳδίου, ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ ζωδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοὐ μεσου- ρανήματος καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος.
ἑαυτοῖς ἐσχηματικέναι , κατὰ τὸν καιρὸν τῆς τοῦ b δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ
οὗ ὁ λόγος γεγενημένα, περὶ πατρὸς, ποταπὸς ὢν τυγ- χάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων , ἀκτήμων ἢ πολυκτήμων , τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων. c τὰ δ’ αὐτὰ καὶ περὶ τῆς μητρὸς καὶ περὶ πρεσβυτέρων
ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες.
τὰ τῶν ἀνθρώπων πράγματα τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. 172
κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς . ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ.ἀληθεύειν οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον.
σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ, ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς
292 ἀπὸ σημαινόντων μόνον.
θότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ.
μαίνειν , ἐμποδίζει τὸ ἐφ’ ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα.
ἀνέγνων γὰρ ὲν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμ- βήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.’ τάχα δὲ καὶ τὸ c εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον’ τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ , ἔν’ οὕτως εἴπω , πληρωθη-
σομἐνους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶ- σθαι τῷ ἐκβεβηκέναι.
ἐκεῖθεν ἔρχεσθαι, φησὶν ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.’’’
λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου · (τοῦτο δὲ καθ’ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ’ ἀνθρώπων δύνασθαι·) φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα
φησὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχη ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν.
τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων.
τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε ; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι , ἀλλὰ σεσημασμέναι μόνον.
περιεῖχε καθ’ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι· 173 ὥστε ἐν γενέσεσιν , καθ’ ὑπόθεσιν λέγω , πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ b οἶδα δ’ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἷναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἅμα τῇ
εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς. τοῦτο γὰρ c ἱστόρηται περὶ αὐτῶν.
καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἶ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν.
οἷδ’ ὅπως ἐξώκειλαν οἶ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν d οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀρτεροσκοπικὴν, , οὐκέτι δὲ τὴν γενεθλιαλογικήν.
γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβά- νεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων; τί δὲ μᾶλλον ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων
ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.’’
τοὺς οὐρανίους σχηματισμοὺς, καὶ τὰ σημεῖα, 294 καὶ ὣν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι.
καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἐξηκοστοῦ , οἶ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἐξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ’ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς.
τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει , φασὶν , ἰδεῖν οὐ b μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ’ αὐτοῦ , ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν.
δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ;
παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ με- ταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν
ἀπαντῶσιν , ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκα- τημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκένα.
πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸνζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσ- μῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ 174 τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος.
τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ 295 πάνυ τι δυνατὸν καταλαμβάνεσθαι.
δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολουήσουσιν οὐχ οἷοί τε σώσαι κάτα πὰν , ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος, ἀπὸ τοῦδε
b διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου. πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιξομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι , χειρόνων
ὄντα σημαντικόν.
ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπι- τευκτικόν. καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων , φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ
πάντας ἐπαγγελλομένων‘στήτωσαν δὴ καὶ σωσάτω- σάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.’ διὰ γὰρ τούτων διδασκόμεθα d μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.”
ἐπ’ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην τήν τε ἄλλην καὶ τὴν περὶ εἱμαρμένης προβεβλημένους.
εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς 296 τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτη συνεχομένων , ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας
τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρὰς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.