διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παρα- στήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι’ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι’ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ’ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς εἰς τὴν Γένεσιν Ἐξηγητικοῖς 281 θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως
διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.