οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν
περὶ ἕκαστον ἄνθρωπον , τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβα- νομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ τῶν c ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἶ ἀστέρες κατὰ διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.