καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχε- δὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύ- νεται ἀδικηθεὶς , καὶ διὰ τοῦτο πάντες οἶ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοὺσι 161 καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικούμεναι οὐκ
ἀμύνονται · καὶ ὁ αὐτὸς τρόπος πάσης ἀμνάδος.
ἑαυτῷ τροφάς · καὶ ὁμοίως πάντες μύρμηκες ἐργάξονται.
ἐδύνατο,
κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ φύσιν πολιτεύονται.
εἰς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπι- θυμίας τῶν πραγμάτων, ἀλλ’ ἕκαστος τῶν ἀνθρώ- πων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος , πλὴν ἐν οἶς βούλεται. b
καὶ εἰ ποτε ἑκὼν δουλεύσει , καὶ τοῦτο τῆς ἐλευθε- ρίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα.
λοὶ κρεῶν οὐ γεύονται, ὡς τὰ ἥμερα ζῷα· ἄλλοι c ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ’ ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν , οἱ δὲ οἰνοποτοῦσιν , οἶ δὲ σικερατίζουσι.
ποτῆτι , μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν, ὡς σκορπίοι καὶ ὡς ἀσπίδες, μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἶ δὲ, ὡς τὰ ἄλογα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι
δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἷ μὲν λέγονται ἀγαθοὶ, οἱ δὲ κακοὶ, οἶ δὲ δίκαιοι. d
φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον.’
ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς.
κἠν, οὐ μοιχαλίδα ὀνομαζομένην , οὐ κλέπτην ἐλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον.
μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦἌρεος, καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν.
162 οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμ- ψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόωτνω καὶ μεθυσκομένων καὶ σεβομένων
ξόανα, καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων.
τοὺς Βραχμᾶνας κακουργεῖν.
ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράττονται, παραδιδόντες τοὺς d αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν.
δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐφομαρτοῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο.
καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν, μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι, καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις.
ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι, καὶ χρυσοφορούντων καὶ μυριζομένων, καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι.
Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν, οὐδ᾿ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπα- τάλους οἱ Χαλδαΐζοντες λέγουσι.
βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ᾿ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν.
μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν δὲ τῇ Ἀραβίᾳ καὶ τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ c καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι.
ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ᾿ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ, ἢ ἀδελφὸν ἄτεκνον, ἢ ἀδελφὴν ἄγαμον, ἢ υἱὸν, ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις·
d παρ᾿ Ἕλλησι δὲ καὶ ῾Ρωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν συγγενῶν φονευταί.
ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ, ὡς ἐπὶ ἀνατολὰς, ὁ λοιδορούμενος ὡς φονεὺς, ἢ ὡς κλέπτης, οὐ πάνυ 163 ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ᾿ Ἕλλησι δὲ καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται.
αὐτῇ ἀνατολῇ ὑβριζόμενοι, ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν, ἢ πατέρων, καὶ συγγενῶν φονεύονται, καὶ τα- φῆς προδήλου οὐκ ἀξιοῦνται.
λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα.
νόμον.
καὶ ἀναγκαίως ἐν ἐνὶ καιρῷ κυίσκουσι κατὰ τὸν τῆς φύσεως νόμον, καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμικαί τέ εἰσι, καὶ γυμνασίων προνοούμεναι.
καὶ τραπεζίτας , ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς, ἢ φωνασκοὺς , καὶ ὑποκριτὰς ποιημάτων.
ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ, καὶ ἐν τῇ Σκυθίᾳ, καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοὐ Πόντου ἔθνεσι, καὶ ὅλη τῇ Ἀλανίᾳ καὶ ΑλΒανίᾳ καὶ Ὠτηνῆ̣ καὶ Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην , οὐ πλάστην, οὐ ςωγράρον,
οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην , οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων ἀλλ’ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης.
καίουσι, μεθ᾿ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτερινῆς γενέσεως σὺν Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος.
οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχει.
τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν, ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν, ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ b γαμεῖν, ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι, ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυνῶν, ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν,
ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν, ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν, ἢ τοὺς ῾Ρωμαίους μὴ κρατεῖν, ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι, ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν·
ἀλλ᾿, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βού- c λεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι᾿ ἣν περίκειται σάρκα, πῆ μὲν ὠς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται.
καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦν- τες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεωςαὐτοῦ κλήρους.”
μεμερίσθαι εἰς ἑπτὰ κλίματα, καὶ ἄρχειν ἑκάστου κλίματος ἴνα τῶν ἑπτὰ ἀστέρων · καὶ τοὺς διαφόρους d νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς. ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι’’
τριάκοντα ἓξ κατὰ τοὺς δεκανοὺς , ἀλλὰ μυρίοι.
γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰ- 279 κήσωσι , τοὺς τῶν προγόνων φυλάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς.
ἐν διαφόροις κλίμασι , μὴ μετέχοντα Ἑρμαικῆς ἐπιστήμης.
καὶ ἔθεντο τοὺς ἰδίους ; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα.
παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐν- τρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν, εἴτε ἐν Γαλλίᾳ, εἴτε ἐν Ἰταλίᾳ, εἴτε ἐν Ἑλλάδι, ἢ ἐν Παρθίᾳ, ἢ ἂν ὦσι , τοῦτο ποιοῦσιν.
οὐ γὰρ δύνανται πάντες οἶ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι’ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου, καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται, οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι , οὐκ ἐργάσασθαι,
d οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου , καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων.
τῇ Ῥέᾳ , καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ.
καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἐνὶ ὀνόματι 280 κεκλήμεθα;
Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἄπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσὶν, οὔτε ὑπὸ τῶν κρκῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ’ ἡ ὕπο τῶν ἄρχων πρυτανευομένη γένεσις αὐτοὺς b
ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου 165 αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται.
οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄν- θρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται.
δυνατὰ καὶ ἀνεμπόδιστα · τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀν- θίστασθαι , αὐτοῦ χρηστοῦ ὄντος , καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος , ἀνθίσταται.’’
εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων.
διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παρα- στήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι’ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι’ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ’ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς εἰς τὴν Γένεσιν Ἐξηγητικοῖς 281 θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως
διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.