εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων , ἀλλὰ καὶ τῶν θαυμαστῶν χρησμῳδῶν θεῶν τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι·) καὶ τῶν μὲν πρὸς τοὺς 273 γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐ- τοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρο- λογίας πρὸς τοὺς Χαλδαίζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων
τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαικῆς ἐπιστήμης b ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρὶ, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται
φάναι
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.