Πλάτων’ τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρὼν, ἣν ὕλην καλοῦσι, πολλῶν ἀπήλλαξε b καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους · ἐμοὶ δὲ 110 δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων
θέντες, καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες , εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως, ἢ Αἰγύπτιος, ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα
πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν c ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον
’τον ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη · θεοὺς, εἶτα 1 δαίμονας, εἶτα ἥρωας, τὸ δ’ ἐπὶ πᾶσιν, ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν , τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς, τῶν δ’ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.’’
καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας , οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.’’
λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν , τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.’
b
σώζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. καὶ περὶ μὲν τῶν μυστικῶν , ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμονῶν ἀληθείας, εὔστομά μοι κείσθω καθ’ Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ c σχυθρωπὰς, , ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί
τε καὶ κοπετοὶ, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ , θεῶν μὲν οὐδενὶ, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ’ ἂν τελεῖσθαι παραμύθια· καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας
οὔτε οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ d σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαδτόρων,
ἐνίων δὲ μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς
τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι , καὶ πολέ- μους καὶ στάσεις ταράττουσιν, ἄχρις οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσι.’
πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες ἦσαν ἐν τούτοις, ὥς φασιν, ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοὶ, 186 τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον;
μηδὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι’ αἰσχρορρημοσυνων τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις
διαπραττομένους , τῷ ἐπὶ πάντων θεῷ , ἢ ταῖς ὑπ’ αὐτὸν θείαις δυνάμεσιν, ἢ ὅλως ἀγαθοῖς τισὶ προσοικειοῦσθαι;
ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι.
καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν.
τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί d εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ’ ὧν ἐγεννήθησαν οἱ γίγαντες οἶ ὀνομαστοὶ ἐξ αἰῶνος.’
ἀνθρώποις τεθεοποιημένα, καὶ τὰς ἐκείνων μάχας, τάς τε πρὸς ἀλλήλους διαστάσεις, καὶ τοὺς πολέμους. ταῦτ’ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ’ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ " Περὶ τῶν κατὰ τὴν Ἴσιν καὶ τοὺς Αἰγυπτίων θεούς’’ αὐτοῖς
ῥήμασι ταῦτα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.