ἀρχάς τε καὶ ἐξουσίας οἱ θεῖοι λόγοι προσαγορεύουσι, τοτὲ μὲν εἰς ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων, καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστι δ᾿ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας 109
τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ᾿ οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων, καὶ τῶν δαιμόνων τοὺς μὲν d ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων,
πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας· ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν.
διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα, πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμη- μένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγεννῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας παραφέροντες, ραλέα καὶ Διοσκούρους, Διόνυσόν τε καὶ τοὺς 183 παρὰ βαρβάροις ὁμοίους.
τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντεσ, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικωτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις , θεωρίας δή τινας εὑρεσιλογήσαντες.
τὸ αἶσχος,
πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι.
τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη , πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον , τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ
κρημνῶν φέρον διὰ τῆς ἀπατηλοῦ πλάνης πάντα τὸν δεισιδαίμονα·
τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπληρώσομέν.
τάρχου γραφῆς , ἣν πεποίηται Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων·’ ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.