ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς, ἡδονὴν δεχομένῃ
χομένῃ καὶ πόνον , καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν c ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ’ Ἔλλησιν ᾀδόμενα, καὶ πολλαί τινες
ἄθεσμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Απόλλωνα, φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος, οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς μυθολογουμένων
τελεταῖς ἄρρητα διασώζεται καὶ ἀθέατα πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.”
καὶ τάξιν ἀπολάβωσι. τούτων δὴ καὶ τῶν τοιούτων 188 1 ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, πάντα πράγματα ταράξας , ἐνέπλησε δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκε.’’
παραθέμενος , καὶ διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ “ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν τρόπον
νᾶς, πλεῖστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα, καὶ ταῦτα δὴ τὰ περὶ τὴν Πυθίαν. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν,
μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγὴν , ἀλλ’ ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ’ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον, καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον c παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον.
δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικὰ, δαιμονῶν μάχας γεγονέναι πρὸς δαίμονας , εἶτα φυγὰς τῶν κρατηθέντων , ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν ’ ὧν ἀμαυρότεραι γεγόνασιν
d αἱ τιμαὶ παρ’ ἡμῖν, ἢ παντάπασιν ἐκλελοίπασι , μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι , τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυτον καὶ Τόσιβιν,
2 ἔφυγε, καὶ μετεχώρησεν ὁποιδήποτε—τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν — ἐκεῖνον μὲν ἀμεληθῆναι , τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τἀς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ
ἰδίᾳ Λυκίους. τούτοις μὲν οὑν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος 189 συντέτακται, καὶ οὑ τῆς δυνάμεως μετείληχεν, ἀπὸ
τούτου φιλεῖ καλεῖσθαι · καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι Δῖος 5 ὁ δὲ Ἀθηναῖος , ὁ δὲ Ἀπολλώνιος , ἢ Διονύσιος, ἢ Ἕρμαιος. ἀλλ’ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας , ἀλλ’ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.’’
φησι, δαιμόνων δυνάμεως τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε “ Περἰ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτίθεται μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι
θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείωυ βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο.
ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις.
d νέντα ποτὲ τοῖς κατ᾿ ἀγρὸν γεωπουοῦσι. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινὸς παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις;
τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.