c δηλα τοῖς φιλολόγοις μεταβῆναι, καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους, κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους.
οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσι διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθη- ναίοι δι’ ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ’ ἐκ τῶν θεῶν ἐπικουρίας τυχεῖν ἠξίουν.
καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι, καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν ἦν οὐδέν.
πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα , τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα , λοιμὸν ἐπὶ λοιμῷ φασι καὶ θανάτους ἐπὶ θανάτῳ.
παρθένους, ἀνθ’ ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ, καὶ κατὰ 209 πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν τοῦ Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ άπανθωπότατος
δασμὸς μνήμην παρ’ Ἀθηναίοις διεφύλαττε. τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου πεποιημένον.
πεποιημένος οὐ καὶ αὐτοῦ τῶν φωνωι·, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ b πως ἀποτεινομένου·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.