μὴ θεοὺς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ 206 δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους
ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.
ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες, ἀλλ᾿ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ b δόξῃ προελθεῖν.
ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;
εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γινώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς.
ἡμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατὴρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν.
τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνῆς ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινὸς βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος
ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ᾿ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν, ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν.
ἅμα θαυμασμῷ μεμιγμένον.
τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον.
νήσων εἶναι πολλὰς ἐρήμους σποράδας , ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι · πλεῦσαι δὲ αὐτὸς c ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολ- λοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ
τῶν Βρεττανῶν ὄντας.
ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν d ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἶ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μὲν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν.
καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.”
123 208 δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον καθ᾿ ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν, καὶ ἱκετεύειν μὴ τῷ
περιμένοντι αὐτοὺς Ταρτάρῳ παραδοῦναι.
κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. b ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.