“ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων.’’
ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ c πλὴν ἑνὸς ἢ δυοἲν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι᾿ ἣν αἰτίαν οὕτως ἐξησθένηκε.
χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχε μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοἳς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ᾿
ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία κατέσχηχε.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.