ἢ μὴ λεγόντων , οὐ σὲ προσῆκον ἦν εἰπεῖν μετανοεῖτέ μᾶλλον ἢ
ὑμᾶς ἀγανακτεῖν , τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐδαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθὸς, καὶ Ὁμήρῳ ἐδόκει
Δῖός μεγάλου εἶναι ὀαριστὴς, καὶ ἀποθανὼν ἐν Ἅιδου 124 δικαστὴς , καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τἀς δίκας ταύτας εἰσεπράττου.
καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστὴν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίατατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἶ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὖς ἀδίκως Αυδρόγεω ἀπεκτείνατε;”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.