τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας, προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. τοῦτο δὲ οὐδεὶς 98 τῶν πώποτε ἢ μόνος ὁ παρ᾿ Ἑβραίοις τιμώμενος, ὡς ἂν μόνος καὶ ἀληθὴς θεὸς, πεποιηκὼς μνημονεύεται.
νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν 164 αὐτῶν μνήμην, καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους.
καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· b ὡς καὶ τοὺς Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην πόλιν, εἰ δὴ καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Δῖός ἑορτὰς ἀνθρώπους ἔσφαζον.
ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεο- ποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαιμονίοις ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ταῖς ἄλλαις νήσοις, ἔν τε Ἠλίου πόλει τῇ κατ’ Αἴγυπτον, ἔν τε Χίω καὶ Τενέδῳ
καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ c Λιβύῃ 5 καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀρα- βίᾳ , καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς Κορυφαιοτάτοις Ἀθηναίοις, κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται
τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα , καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδου- λῶσθαι , οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι
τῷ βίῳ κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι d διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἀδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ’ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ μάλιστα ἦν ὁ χρόνος, καθ’ ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους
ἤκμαζε διδασκαλία.
Διονύσω , καὶ αὐτῶ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγί- στους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.
οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαί- ρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα;
δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω b τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν;
99 οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται, οὐδέ γε πολέμου στρατηγὸς, τοὺς οἰκείους παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει, οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ c δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ
φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος;
τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώ- d ξουσι, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν
καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένων ἐπιθαρσοῦντα, καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας;
συνήργουν δ᾿ ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυ- σίας, χαίροντές τε αἰσχρορρημοσύναις ἀπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασὶ, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς
ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον 166 εἰπεῖν ὡς οὐδὲ ὅλως θεός τις ἢν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πό- λεις τε καὶ χώρας προσκυνούμενος.
φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἄν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαί- μοσι χρῆναι θύειν παρακελευόμενος ; λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφησε μὴ δεῖν
ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον b ’τον τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.