οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα πα- ραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ τνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη · ἔνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων
συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἀντικρὺ τοῦ Ἀριστοβούλης ἴδους οἴνου ποτίσαντες ἔσφαττον.
Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίσος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι · ὑφ’ ἔνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν·
ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιε κατὰ τοῦ στομά- χου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλο- καύτιζον.
μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ’ ἀνθρώπου τὸν βοῦν.
δὲ τῇ Ἥρᾳ, καὶ ἐδοκιμάζοντο καθάπερ οἶ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ’ ὧν κηρίνους ἐκέλευσεν ὁ Αμωσις τοὺς ἴσους ἐπιτίθεσθαι.
καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος · ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει 156 θύειν ἄνθρωπον.
γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαυχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶτταν δι’ ὀκτὼ βιβλίων ἡρμήνευσεν.
τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς b ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ᾿ ἔτος παρθένος, νῦν δὲ ἔλαφος.
ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ.
ἀνεῖλον. ἀλλ᾿ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Δῖός ἑορτῇ σφαζόμενον ἄνθρωπον;
τοῖς Λυκαίοις, οὐδ᾿ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς.”
d γραφῆς. ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα
ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροἲς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα
καθιερωθεὶς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκά- λουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι, κινδύνων ἐκ πολέμου μεγίστων 157 κατειληφότων τὴν χώραν, βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν, βωμόν τε κατασκευασάμενος
κατέθυσε.”
λέγων
τες· νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη 94 δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες,
σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξε, c τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεὺς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ
περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ᾿ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι. ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν
τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θεττα- 1 λίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύε- d σθαι. Λυκτίους γὰρ — Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι — Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διὶ, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει. Φωκαεῖς
δὲ — οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι — τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ ῾Ρωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερρεφάττῃ, ὡς Δημάρατος
ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως 158 οἱ δεισιδαίμονες, οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ
δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας; καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ᾿ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον
ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ βωμοῖς, ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία.
τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ, ἢ λέοντι, ἐκτρεπόμεθα,
δαίμονας δ᾿ ὀλεθρίους καὶ ἀλιτηρίους, ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθό- μένοι καὶ συνιέντες οὐκ ἐντρέπεσθε, οὐδὲ ἀποστρέ- φεσθε;”
δαιμόνων μιαιφονίας , Διονύσιον τὸν Αλικαρνασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ’ οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωπο- θυσίας, τοὺς δ’ αἰτηθέντας καρπῶν μὲν ἀπάντων
καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμ- φοραῖς. οὐδὲν δὲ οἶον καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πη διεξιόντος
προνοίᾳ. πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας d ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ’ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος διέμεινεν, ἀλλ’ ὠμοὶ κατέρρεον, οὔτε ὁπόσα σπερ- μάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ὡς στάχυος ἀκμῆς
μὴς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους , οὔτε πόα κτήνεσιν ἐφύετο διαρκὴς, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν , τὰ δ’ ὑπελίμπανε θέρους, τὰ δ’ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περὶ προβάτων καὶ γυναικῶν γονάς· ἢ
γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα , ἢ κατὰ τοὺς τόκους διε- φθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. 95 εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἀνάπηρον, ἢ ἀτελὲς, ἢ διὰ ἄλλην τινὰ τύχην 159 βλαφθὲν, τρέφεσθαι χρηστὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ
ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ 2 θανάτοις παρὰ τὰ εἰκότα συχνοἲς. μαντευομένοις δὲ αὐτοἲς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πά- σχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπὶς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ ηὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου
ἄξια. οἱ γὰρ Πελασγοὶ, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ b καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων
ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ᾿ αἰτίαν
ὀλίγον ὕστερον ἀλλὰ.”
c θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν· χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος
ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ᾿ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν d ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ
θεὸς ἀνεἲλεν οὕτω ποιεῖν.
οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων , καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἶ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπο- λείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπο- μένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας
εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλα- νήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπα- θον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ 160 ἀνίεσαν οἶ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχὰς, τοῖς
τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασια- σμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων · ὥστε πολλαὶ αἱ ἐπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν
γένος διεφορήθη."
καὶ ἐν ἄλλοις τισὶ τῶν προσεσπερίων ἐθνῶν ἀνδρο- φονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων , ἔνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις
δέους ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, 3 c διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ 96 θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων , οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν
εἰς τὸν ποταμὸν, ἔνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἀπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τόν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ διετέλουν Ῥωμαῖοι δρῶντες ἔτι d μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας , ἐν μηνὶ Μαίῳ
ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν , ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι , στρατηγοί τε καὶ τῶν
ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες."
τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βι- βλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοὐ Μακε- δόνος τελευτὴν, ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ 161 Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων
4 τινες τῶν καθιερουργημένων ὑποβολιμαἲοι γεγονότες. τούτων δὲ λαβόντες ἔννοιαν, καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας, ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶντιμάς.
διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες b διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ᾿ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ᾿ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς,
ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντιθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.”
γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα “καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.” ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων
ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πάσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ d φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις
λόγιον “πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια·” τό τε ἀποστολικὸν, δι᾿ οὗ φησιν ὅτι “ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν.”
ριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρε σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπειον γέ- νος τοιαῦτα πράττειν; ἦ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις 162 τοὺς μαιφόνους κατέστησαν. οὐ γὰρ θεός τις ἦν, ἀλλ᾿ ἄνθρωπος, ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον.
γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φα- b σιν ἐκτελεῖν, καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας, ὥσπερ τι χαριστήριον ἀγαθὸν,
τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις.
c μόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ᾿ ἑτέρους εἶναι τοὺς ἀγαθοὺς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες,
εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς
ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσι προεκή- ρυττον ἀμεταστρεπτὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα d θεὸν ὀνομαζόμενον ὡς οὐ θεὸν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ ἀπάνθρωπα καὶ παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει;
πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρω- ποθυσίαις , τοῦτον ὁ ἀληθὴς θεὸς , εἴ τις ἦν ἄρα τὴν πρᾶξιν ἐπισχὼν, οὐ θεὸν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πάσι προεκήρυξεν , εἴτε ἐν Σαλαμῖνι τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ , ἐν ᾑ ἐν μηνὶ κατὰ
Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος , καὶ τοῦτον ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἂν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον;
τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδα- ξεν ἂν γεγονέναι· οὐ γὰρ θεὸς, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾡ τῆς ἡμέρας
ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ ἱστορία.
ἱλάσκοντο; ἀπηγόρευσε δ’ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησε δ’ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατα- σφάττειν αὐτῷ.
παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς c ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ᾿ ἔτος ἕκαστον ἔθυον παῖδα, ὂν καὶ ὑπὸ βωμὸν ἔθαπτον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.