θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσιν δὲ, ἀλλ’ ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων.”
διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυ- νάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ d αὐτῶν τῶν θεολόγων · καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοὶ, οἱ δὲ ἀγαθοὶ οὐκ ἐνοχλήσουσιν ἡμῖνμ."
μόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς , τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἶ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἀλίσκονται; λάβοις δ’ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε.
εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοη- μένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ ὁ Ζεὺς , Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἶ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες 154 οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων
σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς 92 τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας ;
ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάνταθεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι’ ἀνθρώπων b σφαγῆς; ἢ παντὸς αὕτη γένοιτ’ ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη ; πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς
παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής,.
καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους , φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα c τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας.
τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύ- σεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρω- ποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. d μεὶς.
καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας , ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας , τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες , καὶ
τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον.
155 καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσε, ταῦτα φάσκοντα πρὸς ῥῆμα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.