ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα, οὐκ ἀλ- λότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς, οὐδέ τις ἀψευ- δὴς καὶ ἀγαθὸς δαίμων, ὁ τὰς δι’ αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδός·
δός· οὐδ’ ἐκεῖνοι πάντες οἶς ὁ χρησμὸς θύειν ζῷα παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν b ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον, καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα, καὶ προσ- τάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ καταχθονίοις,
ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν αὐτὸς πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.