παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς c ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ᾿ ἔτος ἕκαστον ἔθυον παῖδα, ὂν καὶ ὑπὸ βωμὸν ἔθαπτον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.