τὰ τοῖς πολλοῖς ὅμοια, διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν , δοξάζειν ὑποκρινόμενοι, αὔξοντές τε καὶ ἔτι μᾶλλον κρατύνοντες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν.
μὲν ταῖς φυσιολογίαις, καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ’ αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; καὶ οὐδέπω τοῦτο θαυ- c μαστὸν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους μυθολογίαις.
καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων
γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησε τὰ προ- κείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ’ οὐ c τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον 75 ἐμιμήσαντο σχῆμα.
ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντς ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας;
γεγονέναι μητρός; πῶς δ’ ἂν ἥλιος ὢν αὐτὸς τοῦ d ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοὐ ἡλίου ἐφυ- σιολόγησαν.
καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς;
125 τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσιν αἶ φωναὶ, ἀλλ’ αὐτῶν τῶν θεῶν αἰ προκείμεναι σημειώσεις.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.