χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους , καὶ μᾶλλον τῶν ποιητι- κῶν λήρων τὰς τόν κρειττόνων ἐκδέχεσθαι πιθανο- λογίας· θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ- λαν κατιόντων , καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’
ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεδιλογίας τὰς περὶ ὣν μὴ ἴσασιν ὑπονοίας περιτρε- πόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδὲ ἐρωτᾶν ἄξιον ;
τἀς περὶ αὐτῶν άνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἶ ἀθετοῦντες αὐτάς · εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἶ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν θεῶν μαρτυρίαι.
ὅστις εἴη
ἥλιος — πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος — πῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη 126 νῆσος, γένοιτ’ ἂν τοῦ ἡλίου πατρὶς, μήτηρ δὲ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ ἀνδρος θνητοῦ τὴν φύσιν γένοιτ’ ἂν ὁ ἥλιος πατὴρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος ; ἀλλὰ παρείσθω
ταύτα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.