ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ d ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότητος, ὅ τε ἥλιος σπερμαίνειν
λέγεται τὴν φύσιν.
118 γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθῃ τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι.
φωνὴ ,
b εἶναι ἀποφηνάμενοι, οἱ, κατὰ τὸν θαυμάσιον ἀπόστολον, φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν · ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”
τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους c καὶ ἀσωμάτους δυνάμεις , σκεψώμεθα εἰ μὴ καὶ οὕτως
μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι.
νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν, καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι.
κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων, ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτὰ, ὅλον δὲ καὶ τὸ πᾶν ἔνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ
δύναμιν καὶ θεοῦ σοφίαν.
μένων κόσμων ἡγεῖσθαι, ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἐρμηνεύειν.
ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρεσιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφετε , ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς b
θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα 72 αἰτιατέον.
παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας , τίς οὐκ ἂν τῶν εὖ φρονούν- τῶν αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις;
ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον , Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν ; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά
φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων νοῦ.
ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων;
τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν ;
ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνινκ ἐπονομάζοντας, 120 ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς
ὑπεστήσατο ;
᾿Ασκληπιὸν ὁμοίως ἀποφαινομένοις.
γένοιτο καὶ σφάξειε τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ ῾Ηρακλεῖ;
τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων., πῶς δ’ ἂν ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος , αἷς τὸν ῾Ηρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν
καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ Κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν ῾Ηρακλέα, τῇ d δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ;
μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δ’ ὁ Διό- νυσος · καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον ; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη ; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς
καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; τί δ’ ἂν γένοιτο 73 τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῇθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου , ὥσπερ οὑν ἡ τοῦ Διο- νύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ᾿ 121 ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν ἥλιον μεταγόμενος;
ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα
φανεὶς,
στέρνων κάθελεν
πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσιν, εἰς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ c κόσμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος.
Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ πάλιν , ἡ μὲν ὄρειος καὶ πετρώδης ῾Ρέα , ἡ δὲ πεδινὴ καὶ γόνιμος Δημήτηρ , καὶ Κόρη δὲ ἡ σπερματοῦχος, καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις. καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις , σελήνη
δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν Ἑκάτη καὶ Εἰλήθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς, ἀλλ’ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, d λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς 1 ἰδίας αὐτῶν κεφαλῆς.
(ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν ἐπιστατεῖν, ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα, καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασὶ) τί δῆτα τοιγαροῦν
οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι, καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθα- 122
ρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι;
ἀνδρῶν τε οἰκοδομαῖς σφὰς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεὸν, μηδ᾿ ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι δυνάμεις, μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρόν ζῴων αἵμασι κεχαρισμένα τῷ b
θεῷ πράττειν νομίζειν.
δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ c ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν οἰκοδομαῖς τὸ θεῖον τιμὰν οἰομένους , λογισμοῖς δὲ κεκαθαρμένοις 74 καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν
τῆς ἀρετῆς ὁμοιώσει.
τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν · οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες , ᾖ φησιν ὁ θεῖος ἀπόστολος ‘‘γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν , ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς
διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ”
123
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.