ΠΡΟΟΙΜΙΟΝ.
375
καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσό- μένος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ’ οὖν, Μώσεως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων, οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μώσεως μέτιμεν, τοὔμπαλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων
ἡμίν γένοιτ’ ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντήσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον , τοῦτον μὲν εἰς ὕστερόν ἀνατίθεμαι τὸν λόγον , τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν c
ἐπήγετο δόξαν ὁ Πλάτων’ περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιητῶν, ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.