γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν , ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν,
ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον.
καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους.”
ἐκγόνοις οὖσι παρακελευσάμενος , πρῶτα μὲν διὰ τοῦ 1 φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων b καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν.
ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι” δι’ ὧν τε προστίθησι τὸ “ ὡς ἔφασαν.” παίζειν δ’ ἔοικε λέγων “ σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι·” καὶ τὸ “ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην
παρίστησιν , ὁμολογήσας ὅτι δέοι ἑπομένους c τῷ νόμῳ πιστεύειν αὐτοῖς.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.