τὸ στερέωμα. καὶ πάλιν ἐν τῷ Ἠσαίᾳ τὸ “ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ τὸ “ἐκ μεγέθους καὶ καλλο- νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.” καὶ τὸ “τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.” ἀλλὰ καὶ τὸ “ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλόν θεωρῶν” μεταπεφράσθαι
μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ “ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ d κατιδὼν ἐκ μικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας, ἤ τι τοιοῦτον πράξαντας, ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι.” καὶ τὰ ἄλλα δὲ ὅσα τούτοις
ὁμοίως εἴρηται προύλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ᾿ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασι. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνον τὰ παρὰ Μωσεῖ
λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς αὐτῆς προσηγορίας ἀξιώσειεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.