τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷπατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, 650
καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.
ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, 1 ἀνάγκη δὴ, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε [καὶ]αὐτοὶ ὁμολογούμεν περὶ αὐτῶν b μηδὲν εἰδέναι; ἀλλ;αμοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγᾐ ταῦτα οὕτω γεγονέναι;
οἱ πολλοὶ οὐκ ἴσασι.
ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων c ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρότπολιν. ταῦτα ἀληθῆ εἶναι φῶμεν, ὦ Εὐθύφρον;
εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ᾿ ὅτι ἐκπλαγήσῃ.”
ἀπορρήτων ὧδέ πη λέγων
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.